Τούτοις Βαρυλλὶς προσχαρὴς δεδειγμένη ἔφησεν· «Ὡς καινόν τι δέρκομαι, ξένοι. Καὶ γραῦς μέν εἰμι καὶ προβᾶσα πρεσβύτις, χρηστῶν δὲ πολλῶν καὶ κακῶν ἴδρις ἔφυν· (250) πλὴν ἀλλὰ γὰρ τοσοῦτον οὐκ ἔγνων πόθον @1 οὐδ’ εἶδον οὕτως εὐφυῆ συζυγίαν ἐλθοῦσαν εἰς μέθεξιν οἰκτρῶς ἐκ νέου οὐ καρτερητῶν ἀλλεπαλλήλων πόνων. Καὶ τὴν μέν, ὦ Ζεῦ, παρθένον τηρουμένην, (255) καὶ ταῦτα δούλην πολλάκις δεδειγμένην, τοὺς ἐμμανεῖς ἔρωτας ἐκπεφευγέναι, τὸν δὲ πρὸς αὐτὰ βαρβάρων γυμνὰ ξίφη ὡς εἰς θέρους ἄγρωστιν ἐμπεπτωκότα ἐν ζῶσιν εἶναι καὶ συνεῖναι τῇ κόρῃ (260) ταύτης λαχόντα τὴν διάζευξιν πάλαι, θεοῦ λέγεις τὸ πρᾶγμα, καὶ καλῶς λέγεις, σῶφρον Δροσίλλα. Καλλίδημος ἐρρέτω. Οὓς γὰρ θεὸς συνῆψε τίς διασπάσοι;» Ἔφησε ταῦτα καὶ τράπεζαν εἰς μέσον (265) τέθεικεν «ὑμῖν συγχαρήσομαι, ξένοι, τὴν σήμερον·» λέγουσα «συμπάρεστέ μοι καὶ συγχορεύσω τῷ θεῷ Διονύσῳ παθόντας οἰκτρὰ προσφυῶς ἡνωκότι». Οὗτοι μὲν οὖν ἐντεῦθεν ἠσχολημένοι (270) τροφαῖς κρατῆρσιν ἀμφεγάννυντο πλέον· ἡ γραῦς δὲ—καὶ γὰρ εἶχε καλὴν καρδίαν— ὅλη φανεῖσα τῆς χαρᾶς καὶ τοῦ πότου ἤγερτο λοιπὸν τῆς καθέδρας ὀρθία καὶ πρὸς τὸ πρᾶγμα δῆθεν ἐσκευασμένη, (275) λαβοῦσα χειρόμακτρα χερσὶ ταῖς δύο @1 ὄρχησιν ὠρχήσατο βακχικωτέραν, φθόγγον κορύζης οὐ μακρὰν ποιουμένη χαρᾶς τελεστὴν καὶ γέλωτος ἐργάτην. Ἔσφαλλε μέντοι θαμὰ συγκινουμένην (280) τὸ συνεχὲς λύγισμα τὴν Βαρυλλίδα, πίπτει δὲ πάντως ἡ ταλαίπωρος κάτω τῷ συμποδισμῷ τῶν σκελῶν τετραμμένη· ὑψοῖ δὲ θᾶττον εἰς καφαλὴν τοὺς πόδας, καὶ τὴν καφαλὴν ἀντερείδει τῇ κόνει· (285) τοῖς συμπόταις ἐπῆρτο μακρός τις γέλως. Οὕτως ἐκείνη συμπεσοῦσα κειμένη ἡ γραῦς Βαρυλλὶς ἐξεπόρδησε τρίτον τῷ συμπιλησμὸν τῆς κεφαλῆς μὴ φέρειν. Οὔκουν ἐπεξήγερτο· μὴ γὰρ ἰσχύειν (290) ἔφασκεν ἡ δύστηνος, καὶ προκειμένη τὰς χεῖρας αὐτῆς ἀντεφήπλου τοῖς νέοις. Ἀλλ’ ὁ Κλέανδρος συγκατασχεῖν οὐκ ἔχων, ἐξυπτιάσας τῷ γέλωτι καὶ μόνος ὡς ἡμιθνὴς ἔκειτο πυκνὸν ἐμπνέων. (295) Τί γοῦν Χαρικλῆς; Τῶν γελώτων ἐν μέσῳ καλῆς ἀφορμῆς τῷ δοκεῖν δεδραγμένος, ἐπεισκεκυφὼς τῷ Δροσίλλας αὐχένι ἐπεγγελάσων τῇ καλῇ Βαρυλλίδι, @1 οὐκ εἶχε πάντως τῶν φιλημάτων κόρον, (300) τῶν χειλέων ἐκεῖσε προσκολλωμένων. Πλὴν ἀλλ’ ἀναστὰς ὁ Κλέανδρος καὶ μόλις ἔδειξε τὴν γραῦν συμπεσοῦσαν ὀρθίαν, οἶμαι, πτοηθεὶς ἐκ προσυμβεβηκότων ὡς μή τι γ’ αὖθις ἐκφορήσοι καὶ κόπρους (305) ἢ τὴν καφαλὴν ἀλοηθῇ κειμένη, μισθὸν λαβοῦσα τῶν φιλοξενημάτων τὴν θρύψιν αὐτὴν ἐν πόνοις τοῦ κρανίου. Ἣ καὶ συνιζήσασα τοῖς νέοις ἔφη· «Μὰ τοὺς θεούς, ὦ τέκνα, καὶ σκοπεῖτέ μοι· (310) ἐξ οὗ καλὸς παῖς τῆς Βαρυλλίδος Χράμος τέθαπτο—καὶ γάρ ἐστιν ὄγδοος χρόνος—, οὐκ ἦλθον εἰς γέλωτας, οὐκ ὠρχησάμην· ὑμῖν δὲ ταῦτα λοιπὸν ἐξ ἐμοῦ χάρις· παισὶ πλανηθείς φασι καὶ γέρων τρέχει». (315) «Μὰ τὸν σὸν υἱὸν» ἀντέφησαν οἱ νέοι «ἥδυνας ἡμᾶς, ὦ Βαρυλλὶς κοσμία, ἄλλοις τε πολλοῖς καὶ τροφῇ σῇ καὶ πόσει· Top of Form 1 ὄρχημα δ’ οὖν σὸν καὶ τέχνη λυγισμάτων καὶ σῶν ποδῶν κίνησις ἀφθονωτέρα (320) καὶ πυκνὸν ἀντίλοξον εὔστροφον τάχος ὑπὲρ τροφὴν ἥδυνεν, ὑπὲρ τὴν πόσιν, @1 ὑπὲρ τράπεζαν τὴν πολυτελεστάτην, ὑπὲρ φιάλην τὴν ὑπερχειλεστάτην. Καὶ καινὸν οὐδέν, μῆτερ, ὧν κατειργάσω· (325) ἡμεῖς δὲ κἂν γέροντες ἦμεν τρισσάκις, συμμετριάζειν οὐκ ἂν εἴχομεν φόβον, πάντως τὰ λῷστα τῶν θεῶν δωρουμένων». Τοιαῦτα πρὸς γραῦν εἶπον οἱ νεανίαι, καὶ τῆς τραπέζης ἐκ ποδῶν τεθειμένης (330) ὁ μὲν Κλέανδρος εἰς τὸν ὕπνον ἐκλίθη, ἡ γραῦς δὲ λοιπὸν ἔνθεν ἀντανεκλίθη. Bottom of Form 1