10. Τοῦ αὐτοῦ λόγος ἐπὶ τοῖς θεωρικοῖς δημοτελέσι τραπεζώμασιν, ὅτε οἱ τῶν βασιλικῶν παίδων ἐτελοῦντο γάμοι. Καὶ ἦν μὲν καὶ ἕτερος καιρός, ὅτε τοῖς ἄρτι θέα συγγενὴς ταῖς ἡμῶν ἐνέπεσεν ὄψεσι, τὰ δέ γε νῦν ὑπερῆρται ὡς εἰς πολύ· ἔγεμον αἱ ἄμφοδοι τῶν ἀγαθῶν, αἱ λεωφόροι οὐκέτι τοῦτο αὐτὸ καθεωρῶντο ζῳοφόροι μὲν οὖν δι’ ἡμέρας καὶ ἐκ παντοδαπῶν ἐδωδίμων καὶ ἐπὶ συχνὸν ἐβρέχοντο κρεανομούμεναι σάρκες ὡσεὶ καὶ χνοῦς καὶ κατὰ χύσιν ἄμμου πτηνὰ πτερωτὰ καὶ λοιπὴ δὲ πᾶσα σκευωρία γεῦσιν θέλγουσα· καὶ ἦν τὸ χωρίον τῆς ἀγορᾶς πλῆρες χαρᾶς καὶ τρυφώντων πανήγυρις, ὁ δὲ τοῖς θεωρικῶς ἀεθλεύουσιν ἀφωσιωμένος τόπος ἄλλο θαῦμα ἦν ἐκεῖνος· ὁ γὰρ πρὸς τρυφὴν ἐσκευασμένος ἔκπαλαι ὄψεως ἐνταῦθα χρόνου γλυκασμοὺς εἶχε γεύσεως, μάλιστα μὲν οὖν καὶ ἀμφοῖν ἐπέκειτο· οἱ μὲν γὰρ ἑκατέρωθεν ἀναβαθμοὶ τὸ ἐνεργὸν εἰς τὸ πᾶν εἶχον (διόλου γὰρ ὁ λαὸς ἐν αὐτοῖς εἰς πύκνωμα ἐστοιβάζετο), ἡ δὲ τοῦ σταδίου χώρα τῶν τρυφᾶν ἐθελόντων εἶχεν ἅμιλλαν, τρεχόντων, ἀντιτρεχόντων, πάντα ποιούντων, ἐξ ὧν τὸ ἐν τοῖς τοιούτοις ἐναγώνιον διασκευάζεται· αἱ δὲ βαλβῖδες οὐκέτι τηνικαῦτα ἵπποις βάσιμοι, οὐδ’ αὐτὸ τοῦτο βαλβῖδες, ἀλλὰ χθὲς (173.) μὲν καὶ πρὸ ταύτης μάνδρα καὶ συφεὸς καὶ βουστάσιον, σήμερον δὲ ὀπτανεῖα καὶ ταμιεῖα τῶν ὅσα τρυφερῶς φλεγμαίνουσαν ἐξαίρουσι τράπεζαν· ἦν ταῦτα καὶ πάντα ἐκεῖνα μεστὰ ὄψων καὶ ὅσα γαστέρα ἐπάγονται, κολωνοὶ ὅλοι, θημῶνες ὅλοι, σωροὶ πλήρεις, ὄγκοι κεχυμένοι κατὰ ἄμμον, πολὺν διδόντες μόχθον τοῖς φέρουσιν, ὅτε καὶ εἶδεν ὁ καθ’ ἡμᾶς θεωρικὸς τόπος καὶ ἡμιόνων δρόμον καὶ ἅμιλλαν οὐκ εἰς ξυνωρίδας ἐζευγμένων κατὰ τούς, ὡς ἂν Ἕλλην εἴποι ἀνήρ, τῶν ἱερῶν ἀγώνων συνεθισμοὺς οὐδὲ ἑλκόντων ἀπήνας ἢ ἄλλως ἅρματα, κατὰ μόνας δὲ φορτηγούντων καὶ ἐπαχθιζομένων καὶ τὸ ταλαεργὸν ἐνδεικνυμένων εἰς ἀποτροφὴν καὶ τρυφὴν τῶν ἠθροισμένων ἐπὶ τὸ βασιλικὸν ἄριστον. Καὶ πόλεως μὲν μεγάλης ἐκείνης τῆς Ἀλεξανδρείας, ἣν δεξιούμενος νότος, εἶτα τὸ Φάριον καταπνέει πέλαγος, ταύτης δὲ τῆς πόλεως περιγραφομένης, ὅπῃ καταστήσεται, ἄλφιτα εὐτυχῶς διερραίνοντο καὶ καταπλασθέντα τῆς γῆς διετορνώσαντο τοὺς θεμελίους τῆς πόλεως καὶ συνεβάλλοντο τηνικάδε οἱ τὰ τοιαῦτα δεινοὶ σημειοῦσθαι πολλῶν ἀποβῆναι τὴν πόλιν δεξιωτικὴν καὶ γενέσθαι ὡς ἀληθῶς βότειραν καὶ ἀνθρώπων θρέπτειραν, τῷ παντὶ δὲ πλέον ἐνταῦθα πλεῖον τὸ καλὸν διεκφαίνεται καὶ τὰ ἐδώδιμα διὰ πάντων ἤρχοντο καὶ οὐδείς, ὃς μὴ τὰ ἐς κοιλίαν ἔμφορος ἦν καὶ τὰ ἐκτὸς ἀχθοφορικός, τοῦ δὲ οἴνου καὶ ἀπέβλυζον οἱ πλείους κατὰ τὸν Ὁμηρικὸν νήπιον, οἷς μέχρι καὶ αὐτοῦ, εἰπεῖν, τοῦ στόματος πεπλήρωντο· οὐ γὰρ ἔστεγον οἱ τῆς φύσεως ἀσκοὶ τὸ πλεονάζον, ἀλλ’ ἐξέπτυον τὸ περιττόν· οἷον γάρ τι χρῆμα καὶ ὁ οἶνος ἀμφοῖν συμποσίοιν ἐπεχωρίαζεν ἐπὶ χέρσου καινότερον ναυστολούμενος· ἁλιάδες γάρ, μᾶλλον μὲν οὖν πορθμεῖα εὐρύστερνα, ὁποίας ἂν καὶ τὰς ἐεικοσόρους νομίσειέ τις, ἑκατέρωθεν τῆς εὐωχίας νενεωλκημένα ἵσταντο καὶ φόρτος αὐτοῖς οἶνος (ἡδὺς μὲν αὐτός, ἡδὺ δὲ καὶ τὸ συμπόσιον, οὗ χάριν κεχορήγητο), οὐ δαιτρὸν πινόμενος, εἴποι ἂν ἡ ποίησις, οὐδὲ κατὰ τὸν παρ’ αὐτῆς κιρνάμενον ζωρὸν φιλοτήσιον, ἀλλ’ ὡς ἂν ἑκάστῳ τῶν ἀνακεκλιμένων βουλομένῳ εἴη, τοῖς μὲν σωφρονέστερον, ὅσοις ἔμελεν ἑαυτῶν τε εἶναι καὶ τῆς τοῦ πράγματος θαυμασιότητος καὶ ἔχειν λογίζεσθαι κατὰ νοῦν ὀρθὸν τὰ θαυμασίως γινόμενα καὶ μὴ μόνης εἶναι γαστρός, τοῖς δὲ αὐθαδέστερον, ὅσοις ἑνὸς ἦν χρεία τὸ ἀπελθεῖν μὴ κουφότερον ἔχουσιν, ἀλλὰ πεφορτίσθαι πέρα τοῦ μετρίου, ὡς εἰ καὶ ἀποθήκας εὐρύναντες ἐταμιεύοντο τὸ ποθούμενον·