Otázky k odbornému textu (H. Hunger, Η χρονογραφία ως λαϊκό ανάγνωσμα, Βυζαντινή λογοτεχνία Β’) 1. Jak charakterizuje Hunger „triviální literaturu“? 2. Jaký je hlavní charakteristický rys byzantských kronik? 3. Jaké historické údálosti kronikáři považovali za naprosto zásadní? 4. Jak se v kronikách projevuje takzvaná neviditelná přítomnost Boží? 5. Jaké jsou základní dvě složky byzantské císařské ideje a jak se v kronikách projevují? 6. Jaké atraktivní události měli kronikáři v oblibě? 7. Jaký je rozdíl mezi charakteristikou osob v historiografii a kronice? 8. Jak bohaté je rukopisné dochování kronik a o čem to svědčí? [Στίχοι ἡρῷοι πρὸς τὴν σεβαστοκρατόρισσαν κυρὰν Εἰρήνην] (1n,t) Δέχνυσο τοῖον δῶρον ἀφ’ ἡμετέροιο πόνοιο, (1n) ὀλβιόδωρε ἄνασσα, κυδίστη, ἀριστοτόκεια, (2n) νυὲ χαριτοπρόσωπε μεγασθενέων βασιλήων, (3n) ἣν πλέον ἀστράπτουσαν ἐϋβλεφάροιο σελήνης (4n) εἰς γάμον ὄλβιον ἤρατο νυμφιδίοις ἐπὶ λέκτροις (5n) πορφυρόπαις γόνος Αὐσονάνακτος καρτερόχειρος, (6n) Ἀνδρόνικος μεγάθυμος, ἐϋμμελίης πολεμιστής, (7n) ᾧ γέρα πρῶτα σεβαστοκρατορίης νεῖμ’ ὁ φυτεύσας. (8n) εἰς τοίνυν λυκάβαντας ἀπειρεσίους ἐλάσειας. @1 (9n) ΤΟΥ ΚΥΡΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΜΑΝΑΣΣΗ (1t) ΣΥΝΟΨΙΣ ΧΡΟΝΙΚΗ (2t) Ἡ μὲν φιλόϋλος ψυχὴ ταῖς ὕλαις ἐπιχάσκει (1) καὶ πάντα πραγματεύεται πρὸς τὸ τυχεῖν τοῦ πόθου, σὺ δέ, ψυχὴ βασίλισσα καὶ φιλολογωτάτη, ἀεὶ διψῶσα γνώσεως καὶ λόγου καὶ παιδείας, βίβλοις ἀεὶ προστέτηκας, ἐπεντρυφᾷς τοῖς λόγοις, (5) καὶ γίνεταί σοι τῆς ζωῆς ἅπας ὁ χρόνος λόγος. ἐπεὶ γοῦν ἐπεπόθησας οἷα τροφίμη λόγου εὐσύνοπτόν σοι καὶ σαφῆ γραφὴν ἐκπονηθῆναι, τρανῶς ἀναδιδάσκουσαν τὰς ἀρχαιολογίας καὶ τίνες ἦρξαν ἀπ’ ἀρχῆς καὶ μέχρι ποῦ προῆλθον (10) καὶ τίνων ἐβασίλευσαν καὶ μέχρις ἐτῶν πόσων, ἡμεῖς ἀναδεξόμεθα τὸ βάρος τοῦ καμάτου, κἂν δυσχερές, κἂν ἐπαχθὲς τὸ πρᾶγμα, κἂν ἐργῶδες· παραμυθοῦνται γὰρ ἡμῶν τοὺς ἐν τοῖς λόγοις μόχθους αἱ μεγαλοδωρίαι σου καὶ τὸ φιλότιμόν σου, (15) καὶ τὸν τοῦ κόπου καύσωνα καὶ τῆς ταλαιπωρίας αἱ δωρεαὶ δροσίζουσι κενούμεναι συχνάκις. Καὶ ταῦτα μὲν ἐνταῦθά μοι καὶ μέχρι τούτου στήτω, μή πως κολακικώτερος δόξῃ τισὶν ὁ λόγος καὶ τὸν σκοπὸν καταλιπὼν ἄλλην ἀκούσῃ τρέχειν. (20) πολλῶν ἱστορησάντων δὲ καὶ χρονογραφησάντων καὶ σπουδασάντων μὲν εἰπεῖν ὀρθῶς καὶ φιλαλήθως, ἀλλήλοις ἀνομοίως δὲ ταῦτα συγγραψαμένων, ἡμεῖς, προχειρισάμενοι τοὺς μάλιστα δοκοῦντας τῆς ἀκριβείας ἔχεσθαι καὶ μᾶλλον ἀληθεύειν, (25) τὸ κατὰ δύναμιν ἡμῖν ἀποπληρώσομέν σοι. Οὗτοι μὲν οὖν τὴν κέντησιν τὴν ἐπιμετωπίαν ὡς στέφος καταμάργαρον λιθολαμπὲς ἐφόρουν, (4710) ὁ κράτωρ δὲ Θεόφιλος περὶ μὲν τὰς εἰκόνας καὶ τὰ στηλογραφήματα τῶν ἱερῶν προσώπων ἄγαν σκαιῶς καὶ πονηρῶς καὶ κακοτρόπως εἶχε, τὰ δ’ ἄλλα καὶ λαμπρόψυχος ἦν καὶ μεγαλογνώμων καὶ τοῦ δικαίου φροντιστὴς καὶ τῶν ἐνδίκων νόμων· (4715) σημεῖον ἐναργέστατον τῆς μεγαλοπρεπείας ὀργάνων φιλοτέχνησις τῶν χρυσιοκροτήτων, ἐξ ὧν ἀναπεμπόμενον ἐν μηχανῇ τὸ πνεῦμα τὰς εὐκελάδους καὶ τερπνὰς ἀπήχει μελουργίας καὶ λιγυρὸν μουσίκευμα γάργαλον ἀπορρέον. (4720) σὺν τούτοις τὰ κατάχρυσα καὶ τηλαυγοῦντα δένδρα, χρυσίου τῇ χλωρότητι πυρράζοντα μακρόθεν, ἐν οἷς στρουθία μουσικὰ χρυσότευκτα καθῆστο, ὡς ἐν πετάλοις πίτυος ἢ πεύκης ἀκροκόμου, ἐκ μηχανῆς ἐκχέοντα λάλημα μελιτόεν· (4725) οὕτως ἀνθρώπων τεχνουργοὶ πολυμηχάνων χεῖρες ἀντιφερίζουσι μικροῦ τῇ ψυχωτρίᾳ φύσει. Εἰ δέ τις ἀκριβέστερον καταμαθεῖν θελήσει τὸ μεγαλόψυχον αὐτοῦ καὶ τὴν φιλοκοσμίαν, εἰς τοὺς θαλασσογείτονας βλεψάτω περιβόλους, (4730) οἳ τὴν λαμπρὰν ἐν πόλεσι περιφρουροῦσι πόλιν· χειμὼν γὰρ ἄγριός ποτε καταχυθεὶς βαρύθρους τὴν ἅλμην ἐκρυστάλλωσεν ἕως ἀπλέτου βάθους καὶ τὴν ὑγρὰν ἐλίθωσε πήξας αὐτῆς τὴν ῥύσιν καὶ θάλασσαν ὠστράκωσε δυσάνεμος ψυχρία. (4735) μετὰ μικρὸν δ’ αὐγάσασαι θερμότητες ἡλίου τὸ συνεχὲς διέσπασαν τῆς λιθωθείσης ἅλμης κἀντεῦθεν ἀπερράγησαν κρυστάλλων ἀποσπάδες, καὶ λίθους ἁμαξοπληθεῖς νικῶσαι τῷ μεγέθει· εἶπέ τις ἂν ὡς κορυφαὶ βαθυφαράγγων λόφων (4740) ὑψόθεν ἀποσπώμεναι κυλίνδονται σὺν κτύπῳ, ἢ λίθοι ῥιψεπάλξιδες πέτονται τειχοσεῖσται, περιρροιζοῦντες τὸν λεπτὸν ἀέρα τῇ κινήσει. καὶ τοίνυν καταβαίνουσαι πελάγους ἐκ Ποντίου προσήρασσον τοῖς τείχεσι τοῖς παραιγιαλίοις (4745) καὶ συνεδόνουν τὰ στερρὰ τῶν πυργοδομημάτων, ὧνπερ ἰδὼν ὁ βασιλεὺς τὰς καταμωλωπίσεις καὶ τοὺς πυκνοὺς τραυματισμοὺς ἢ μᾶλλον παραλύσεις, συγκατεσείσθη τὴν ψυχὴν ἐπὶ τῷ γεγονότι καὶ θέλων ἐπιδείξασθαι φιλοτιμίας πλοῦτον (4750) ὡς κάχληκας ἐκένωσεν ἀχρείους τὸ χρυσίον καὶ τὸ σαθρὸν ἐνίσχυσε καὶ τὸ πεσὸν ἐγείρας τοῖς τείχεσιν ἐπέγραψε τὴν κλῆσιν τὴν ἰδίαν. Καὶ ταῦτα μὲν κατάξια γλώσσης ὑμνητηρίας, ἐγὼ δ’ ὑπερεκπλήττομαι τὴν δικαιοπραγίαν (4755) καὶ τὴν ἀπροσωπόληπτον περὶ τὰς κρίσεις γνώμην. καὶ δὴ παρατιθέσθω μοι δεῖγμα μικρὸν τοῦ τρόπου, ὡς ἐκ θαλάσσης κύαθος, ὡς ἀπὸ πίθου γεῦμα, βραχύ τε σπινθηράκισμα καμίνου πολυξύλου. γυνὴ προσῆλθε πενιχρὰ τούτῳ τῷ Θεοφίλῳ (4760) καταβοῶσα Πετρωνᾶ τινος μεγαλοτίμου· βίγλας γὰρ ἦν δρουγγάριος, εἴποιεν ἂν Ῥωμαῖοι, καὶ ῥιζωμάτων τῶν αὐτῶν ἐξέφυ Θεοφίλῳ. ἐφώνει γοῦν περιπαθῶς καὶ δάκρυον κατῆγεν, ἀμύντορα τὸν κράτορα γενέσθαι λιπαροῦσα @1 (4765) καὶ τὰς παλάμας ἐπισχεῖν τὰς γιγαντοπαλάμους τοῦ Πετρωνᾶ, λυττήσαντος ἐκ φιλαδίκου γνώμης καὶ τὸ λυπρὸν δωμάτιον αὐτῆς ἐπισκοτοῦντος, ὅπως μὴ φέρειν ἔχουσα τὸ τηλικοῦτον σκότος ἀνέμων, ὅ φασι, πνοαῖς τὸν οἶκον καταλίπῃ. (4770) ἤκουσε ταῦθ’ ὁ βασιλεύς, ἐζήτησε τὸ πρᾶγμα, ἔγνω τὸ φιλομόχθηρον τοῦ καταβοωμένου, καὶ τὸν μὲν οἶκον κατασπᾷ μέχρι καὶ θεμελίων, τὸν νύκτα χειροποίητον τῇ γυναικὶ ποιοῦντα, αὐτὸν δὲ μέσον ἀγαγὼν τῆς λεωφόρου τρίβου (4775) ὠμοῖς βουνεύροις τὰς αὐτοῦ καταμελαίνει σάρκας.