Brno, March 25 Late Byzantine historians George Sphrantzes, Chronicon Minus Incipit (preface and 1.1-5), Καλὸν ἦν μοι, εἰ οὐκ ἐγεννήθην, ἢ παιδίον ἀποθανεῖν. Ἐπειδὴ τοῦτο οὐκ ἐγένετο, ἰστέον ὅτι ἐν ἔτει ͵ θ–ῳϛϡ (6909) ἐγεννήθην, Αὐγούστῳ λʹ (30), ἡμέρᾳ τρίτῃ· ἀνεγεννήθην δὲ ὑπὸ τῆς ὁσιωτάτης καὶ ἁγίας Θωμαΐδος, περὶ ἧς ἐν τῳ προσήκοντι τόπῳ μέλλομεν διηγήσεσθαι τἀληθές. 1. Καὶ τῇ κη–ῃ (28) τοῦ Ἰουλίου μηνὸς τοῦ δεκάτου ἔτους (6909) ἐσκοτώθη ὁ ἀμηρᾶς Παϊαζήτης παρὰ τοῦ Τεμήρη· ὃς δὲ Παϊαζήτης ἦν πέμπτος αὐθέντης τῆς γενεᾶς αὐτοῦ. Ἐρτογρούλης γὰρ ἦν ὁ πρῶτος καὶ ὁ δεύτερος Ὀτμάνης, ἐξ οὗ καὶ Ἀτουμαλίδαι· ὁ τρίτος Ὀρχάνης, ὁ τέταρτος Μοράτης, ὁ πέμπτος Παϊαζήτης, ὁ ἕκτος Μεχέμετις, ὁ ἕβδομος Μοράτης, ὁ ὄγδοος Μεχέμετις, ὃς δὴ καὶ ἡμᾶς ᾐχμαλώτευσε καὶ ἐξέωσε τῆς Κωνσταντινουπόλεως. 7. (...) καὶ ἐλθόντος τοῦ τζενεράλη καπετάνου Ἀλωΐζου Λορδᾶ ἐκείνου μετὰ πολλῆς ὅτι παρασκευῆς καὶ δυνάμεως, ἐπίασε τὸ Ἑξαμίλιον καὶ ἔκτισεν αὐτό, κακῶς δὲ ἀπὸ τῆς συντομίας. Οὐ γὰρ ἐν συντόμῳ τὰ ἀσφαλές, ὡς ὁ λόγος, ἀλλ’ ὡς ἐπεὶ ἐπολέμησε τὴν Κόρινθον καὶ οὐκ ἔτυχε τοῦ ἐλπιζομένου, ἀφεὶς καὶ τὸ Ἑξαμίλιον ἀπῆλθε. 26.4 Φθάσαντός μου οὖν εἰς τὸν Μυζηθρᾶν, μετά τινας ἡμέρας ὀλίγας, τοῦ καρδιναλίου καὶ βιτζεκαντζελλαρίου καὶ λεγάτου καθολικοῦ τοῦ πάπα ἀπερχομένου μετὰ πολλῶν κατέργων εἰς τὴν Πόλιν διὰ τὴν κατὰ τῶν ἀσεβῶν τοῦ ῥηγὸς τῆς Οὐγγαρίας ἐξέλευσιν, ἐστάλην καὶ ἐγὼ πάλιν ἀποκρισιάρης πρός τε τὸν βασιλέα καὶ πρὸς τὸν ἀμηρᾶν καὶ αὐτὸν δὴ τὸν ῥῆγαν, ἀλλὰ δὴ καὶ πρὸς τὸν λεγᾶτον καὶ πρὸς τὸν καπετάνιον Ἀλωΐζω Λορδᾶν δι’ ἀναγκαίας δουλείας, πρὸς οὗ προβῶσι τὰ πράγματα. 6. Καὶ εἰς τὰς ἀρχὰς τοῦ ἔτους ἐστάλη καὶ εἰς τὸν Μορέαν παρὰ τοῦ ἁγίου βασιλέως καὶ πατρὸς αὐτοῦ καὶ ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς· ἐν ᾧ δὴ χρόνῳ ἐπανέστρεψεν εἰς τὴν Πόλιν καὶ ὁ βασιλεὺς κὺρ Ἰωάννης. Καὶ ἐμὲ ὁ βασιλεὺς ὁ ἅγιος καὶ πατὴρ αὐτοῦ εἰς τὸ κελλίον αὑτοῦ προσηγάγετο Μαρτίῳ ιζ–ῃ, ὑπάρχοντός μου χρόνων ι ʹʹ, ἐκείνου δὲ τοῦ ἁγίου ξθ ʹʹ.ϛϛ ϛ (2.) Καὶ τῷ κζ–ῳ ἔτει ἐν μηνὶ Νοεμβρίῳ ἦλθεν εἰς τὴν Πόλιν καὶ ἡ δέσποινα κυρὰ Σοφία, ἡ τοῦ Μόντες Φεράντες μαρκεσίου θυγάτηρ. Καὶ τῇ ιθ–ῃ τοῦ Ἰαννουαρίου τοῦ αὐτοῦ ἔτους εὐλογήθη αὐτὴν καὶ ἐστέφθη καὶ βασιλεὺς ὁ κὺρ Ἰωάννης ἐν τῇ ἁγίᾳ Σοφίᾳ· ἐν ᾗ δὲ στέψει ἐγεγόνει ὄντως ἑορτῶν ἑορτὴ καὶ πανήγυρις πανηγύρεων. 5.1 Ἐν δὲ τῷ χειμῶνι τοῦ αὐτοῦ δὴ ἔτους θανατικοῦ γενομένου ἐν τῇ Μαύρῃ Θαλάσσῃ καὶ φαμελικῶς εὑρισκομένων εἰς κάστρον ἓν τῶν ἐκεῖσε κεφαλατεύοντες ὁ γαμβρός μου Γρηγόριος ὁ Παλαιολόγος ὁ Μαμωνᾶς, ἀνὴρ ἄριστος υἱὸς μεγάλου δουκὸς τοῦ Μαρωνᾶ καὶ αὐθέντη ποτὲ τῆς Μονεμβασίας καὶ τῶν περὶ αὐτήν· ἔτι δὲ καὶ ἡ ἀδελφή μου καὶ γυνὴ αὐτοῦ καὶ παιδὶ ἓν αὐτῶν θῆλυ, ἀπέθανε πρῶτον τὸ παιδὶ καὶ εἰς ζʹ ἡμέρας τοῦ παιδὸς ὁ πατὴρ αὐτοῦ καὶ εἰς ἑπτὰ ἡμέρας τοῦ πατρὸς ἡ μήτηρ αὐτοῦ, ἔτι δὲ καὶ ἓξ τῶν ὑποχειρίων αὐτῶν, ἀνδρῶν τε καὶ γυναικῶν, ἐναπολειφθέντων δὲ δύο καὶ μόνον τῶν αὐτῶν. Ἐλθόντες ἐν τῇ Πόλει εἶπον ἐν μιᾷ φωνῇ ταῦτα τοὺς ἀθλίους μου γενέτας, οἳ καὶ ἀλλοτρόπως ἀπέθανον ἀκούσαντες τοῦτο, εἰ καὶ οὐκ ἀπέθανον ὡς τελέως ἀπὸ τούτου, μετέπειτα καὶ ἀσθενῶς· Michael Doukas Incipit (1-5), Ἀπὸ Ἀδάμ, τοῦ πρώτου ἀνθρώπου τοῦ πλασθέντος παρὰ Θεοῦ, ἕως Νῶε, ἐφ’ ὃν ὁ κατακλυσμὸς γέγονε, γενεαὶ δέκα γεγόνασι· πρώτη, ἡ καὶ παρὰ Θεοῦ, τοῦ Ἀδάμ· μετὰ δὲ σλʹ ἔτη (230), ἡ τοῦ Σῆθ παρὰ τοῦ Ἀδάμ· μετὰ δὲ τὸν Σῆθ σεʹ ἔτη (205), ἡ τοῦ Ἑνὼς ἐκ τοῦ Σῆθ· μετὰ δὲ τὸν Ἑνὼς ρ ʹϟ ἔτη (190), δη, ἡ τοῦ Καϊνὰν ἐκ τοῦ Ἑνώς· μετὰ δὲ τὸν Καϊνὰν ροʹ ἔτη (165), ἡ τοῦ Μαλελεὴλ ἐκ τοῦ Καϊνάν· Short Chronicles 1395/6903 (Ind. 3) (1t) κατὰ δὲ τὸ ͵ γʹ ἔτος, μηνὶ ἰουνίῳ, ἐκίνησε κατ’ αὐτοῦ ὁ ἀσεβὴς (1) τῶν Τούρκων, ὁ προρρηθεὶςϛϡ Παγιαζίτης, μάχην βαρυτάτην. ἣν καὶ ἐκράτησεν ἰσχυρῶς ἐπὶ χρόνοις ἔγγιστα ηʹ ἕως ἐλθὼν ὁ Τεμίρπεης ἐξ Ἀνατολῶν, Περσῶν σατράπης μέγας, ἐτροπώσατο αὐτόν, λαβὼν αἰχμάλωτον καὶ πάντα τὸν ἐν τῇ Ἀνατολῇ τόπον τῆς ἀρχῆς αὐτοῦ (5) λεηλατήσας καὶ ἐρημώσας, μηνὶ αὐγούστῳ, ἰνδικτιῶνος ιʹ, ἀποδημοῦντος ἐν τοῖς τῆς Δύσεως μέρεσι τοῦ εὐσεβοῦς βασιλέως κυροῦ Μανουήλ.