Brno, March 25 2013 Handout Mazaris' Journey to Hades (1417) 1.46, 9-18 Μετ’ αὐτὸν ἧκε καὶ ὁ ἐκ Λατίνων Συρβαρθολομαῖος Ντεαλαγκάσκως ἐκεῖνος καὶ λατινικῶς με προσαγορεύσας “Μπὲ βένια μισέ,” μειδιῶν ἤρετο· “Τί πράττει, ὦ ἐπέραστε, ὁ ἐμὸς μὲν υἱός, σὸς δὲ ἑταῖρος ἐν ταῖς αὐλαῖς ταῖς βασιλικαῖς; ἆρ’ εὑρίσκεται καὶ ἔτι ἐν ταῖς τοῦ ἅλατος λειτουργίαις ὡς πρότερον; ἢ λόγων μόνων καὶ μηνυμάτων διαπορθμεύς ἐστι Λατίνων καὶ Γραικῶν;” Κἀγώ, μόλις ἀναγνωρίσας τὸν ἄνδρα, κεκαρμένην γὰρ εἶχε καὶ τὴν ὑπήνην καὶ τὴν κεφαλήν, “Ἑκάτερ’” εἶπον αὐτῷ “πράττει καλῶς, καθηγητὰ εὐγενέστατε. Πλὴν ὑπόκειται μόνον τισὶ λογισμοῖς τῶν τοῦ ἅλατος καταστίχων.” 2. 64, 10-16 Δέδοικα οὖν ἵνα μὴ γένωμαι διατρίβων ἐν Σπάρτῃ ὥσπερ ἐν τῇ Κωνσταντίνου γέγονεν ὁ Πελοποννήσιος ἐκεῖνος Συναδηωὸς ὁ Κορμέας, ἢ ἵνα μὴ βαρβαρωθῶ καὶ αὐτὸς ὥσπερ οἱ Λάκωνες βεβαρβάρωνται, καὶ νῦν κέκληνται Τζάκωνες, καὶ ‘πιάσον τα’ καὶ ‘δώσον τα’ καὶ ‘σφίξον τα’ καὶ ‘ἤμενον’ καὶ ‘εἰρχόντισαν’ καὶ ‘καθεζόντισαν’ καὶ ‘ἔλαδε πᾶ’ καὶ ‘ἐτετοίωσέν τον’ καὶ ἄλλ’ ἄττα βάρβαρα λέγουσι.”