Osoby: Démeás, bohatý muž Níkératos, chudý muž, soused D. Moschión, jeho adoptivní syn Plangó, jeho dcera, znásilněna Moschiónem, matka jeho dítěte Chrysis, hetéra, Démeova družka Níkératova manželka Parmenón, Démeův otrok Παρμένων οὔκουν ἀκούεις; φημί. Μοσχίων καὶ τὸν γείτονα; (62) Παρμένων πάρεισιν. Μοσχίων εὖ γ’ ἐπόησαν. Παρμένων ἀλλ’ ὅπως ἔσει ἀνδρεῖος εὐθύς τ’ ἐμβαλεῖς περὶ τοῦ γάμου λόγον. (65) Μοσχίων τίνα τρόπον; δειλὸς ἤδη γίνομαι ὡς πλησίον τὸ πρᾶγμα γέγονε. Παρμένων πῶς λέγεις; Μοσχίων αἰσχύνομαι τὸν πατέρα. Παρμένων τὴν δὲ παρθένον ἣν ἠδίκηκας τήν τε ταύτης μητέρα ὅπως—τρέμεις, ἀνδρόγυνε. Χρυσίς τί βοᾷς, δύσμορε; Παρμένων καὶ Χρυσὶς ἦν ἐνταῦθ’. ἐρωτᾷς δή με σὺ (70) τί βοῶ· γελοῖον· βούλομ’ εἶναι τοὺς γάμους ἤδη, πεπαῦσθαι τουτονὶ πρὸς ταῖς θύραις κλάοντα ταύταις, μηδ’ ἐκεῖν’ ἀμνημονεῖν ὧν ὤμοσεν· θύειν, στεφανοῦσθαι, σησαμῆν κόπτειν παρελθών· αὐτὸς οὐχ ἱκανὰς ἔχειν (75) προφάσεις δοκῶ σοι; Μοσχίων πάντα ποιήσω· τί δεῖ λέγειν; Χρυσίς ἐγὼ μὲν οἴομαι. Μοσχίων τὸ παιδίον οὕτως ἐῶμεν ὡς ἔχει ταύτην τρέφειν αὐτήν τε φάσκειν τετοκέναι; Χρυσίς τί δὴ γὰρ οὔ; Μοσχίων ὁ πατὴρ χαλεπανεῖ <σοι>. (80) Χρυσίς πεπαύσεται πάλιν. (80) ἐρᾶι γάρ, ὦ βέλτιστε, κἀκεῖνος κακῶς, οὐχ ἧττον ἢ σύ· τοῦτο δ’ εἰς διαλλαγὰς ἄγει τάχιστα καὶ τὸν ὀργιλώτατον. Δημέας οὔκουν μεταβολῆς αἰσθάνεσθ’ ἤδη τόπου, ὅσον διαφέρει ταῦτα τῶν ἐκεῖ κακῶν; Νικήρατος Πόντος· παχεῖς γέροντες, ἰχθῦς ἄφθονοι, ἀηδία τις πραγμάτων. Βυζάντιον· ἀψίνθιον, πικρὰ πάντ’. Ἄπολλον. ταῦτα δὲ (100) καθαρὰ πενήτων ἀγαθά. Δημέας Ἀθῆναι φίλταται, πῶς ἂν γένοιθ’ ὑμῖν ὅσων ἔστ’ ἄξιαι, ἵν’ ὦμεν ἡμεῖς πάντα μακαριώτατοι οἱ τὴν πόλιν φιλοῦντες. —εἴσω παράγετε ὑμεῖς. ἀπόπληχθ’, ἕστηκας ἐμβλέπων ἐμοί; (105) Νικήρατος ἐκεῖν’ ἐθαύμαζον μάλιστα, Δημέα, τῶν περὶ ἐκεῖνον τὸν τόπον· τὸν ἥλιον οὐκ ἦν ἰδεῖν ἐνίοτε παμπόλλου χρόνου· ἀὴρ παχύς τις, ὡς ἔοικ’, ἐπεσκότει. Δημέας οὔκ, ἀλλὰ σεμνὸν οὐδὲν ἐθεᾶτ’ αὐτόθι, (110) ὥστ’ αὐτὰ τἀναγκαῖ’ ἐπέλαμπε τοῖς ἐκεῖ. Νικήρατος νὴ τὸν Διόνυσον, εὖ λέγεις. Δημέας καὶ ταῦτα μὲν ἑτέροις μέλειν ἐῶμεν· ὑπὲρ ὧν δ’ ἐλέγομεν τί δοκεῖ ποεῖν σοι; Νικήρατος τὰ περὶ τὸν γάμον λέγεις τῷ μειρακίῳ σου; (115) Δημέας πάνυ γε. Νικήρατος ταὔτ’ ἀεὶ λέγω. ἀγαθῇ τύχῃ πράττωμεν, ἡμέραν τινὰ θέμενοι. Δημέας δέδοκται ταῦτα; Νικήρατος ἐμοὶ γοῦν. Δημέας ἀλλὰ μὴν κἀμοὶ προτέρῳ σου. Νικήρατος παρακάλει μ’ ὅταν ἐξίῃς. Μοσχίων ἀλλ’, Ἄπολλον, οὑτοσὶ ὁ πατήρ. ἀκήκο’ ἆρα. χαῖρέ μοι, πάτερ. Δημέας νὴ καὶ σύ γ’, ὦ παῖ. Μοσχίων τί σκυθρωπάζεις; Δημέας τί γάρ; γαμετὴν ἑταίραν, ὡς ἔοικ’, ἐλάνθανον (130) ἔχων. Μοσχίων γαμετήν; πῶς; ἀγνοῶ <γὰρ> τὸν λόγον. Δημέας λάθ]ριό[ς τι]ς ὑ<ός>, ὡς ἔοικε, γέγονέ μοι. [...] ἐς κόρακας ἄπεισιν ἐκ τῆς οἰκίας ἤ]δη̣ λαβ̣[ο]ῦ̣σα. Μοσχίων μηδαμῶς. Δημέας πῶς μηδαμῶς; ἄλλῳ με θρέψειν ἔνδον ὑὸν προσδοκᾷς (135) νόθον; [.....]ν γ’ οὐ τοῦ τρόπου τοὐμοῦ λέγεις. Μοσχίων τίς δ’ ἐστὶν ἡμῶν γνήσιος, πρὸς τῶν θεῶν, ἢ τίς νόθος, γενόμενος ἄνθρωπος; Δημέας σὺ μὲν παίζεις. Μοσχίων μὰ τὸν Διόνυσον, <ἀλλ’> ἐσπούδακα· οὐθὲν γένος γένους γὰρ οἶμαι διαφέρειν, (140) ἀλλ’ εἰ δικαίως ἐξετάσαι τις, γνήσιος ὁ χρηστός ἐστιν... Δημέας ὡς γὰρ τάχιστ’ εἰσῆλθον, ὑπερεσπουδακὼς τὰ τοῦ γάμου πράττειν, φράσας τὸ πρᾶγμ’ ἁπλῶς (220) τοῖς ἔνδον ἐκέλευσ’ εὐτρεπίζειν πάνθ’ ἃ δεῖ, καθαρὰ ποεῖν, πέττειν, ἐνάρχεσθαι κανοῦν. ἐγίνετ’ ἀμέλει πάνθ’ ἑτοίμως, τὸ δὲ τάχος τῶν πραττομένων ταραχήν τιν’ αὐτοῖς ἐνεπόει, ὅπερ εἰκός. ἐπὶ κλίνης μὲν ἔρριπτ’ ἐκποδὼν (225) τὸ παιδίον κεκραγός· αἳ δ’ ἐβόων ἅμα “ἄλευρ’, ὕδωρ, ἔλαιον ἀπόδος, ἄνθρακας.” καὐτὸς διδοὺς τούτων τι καὶ συλλαμβάνων εἰς τὸ ταμιεῖον ἔτυχον εἰσελθών, ὅθεν πλείω προαιρῶν καὶ σκοπούμενος [ (230) οὐκ εὐθὺς ἐξῆλθον. καθ’ ὃν δ’ ἦν χρόνον ἐγὼ ἐνταῦθα, κατέβαιν’ ἀφ’ ὑπερώιου τις γυνὴ ἄνωθεν εἰς τοὔμπροσθε τοῦ ταμιειδίου οἴκημα· τυγχάνει γὰρ ἱστεών τις ὤν, ὥσθ’ ἥ τ’ ἀνάβασίς ἐστι διὰ τούτου τό τε (235) ταμιεῖον ἡμῖν. τοῦ δὲ Μοσχίωνος ἦν τίτθη τις αὕτη, πρεσβυτέρα, γεγονυῖ’ ἐμὴ θεράπαιν’, ἐλευθέρα δὲ νῦν. ἰδοῦσα δὲ τὸ παιδίον κεκραγὸς ἠμελημένον ἐμέ τ’ οὐδὲν εἰδυῖ’ ἔνδον ὄντ’, ἐν ἀσφαλεῖ (240) εἶναι νομίσασα τοῦ λαλεῖν, προσέρχεται καὶ ταῦτα δὴ τὰ κοινὰ “φίλτατον τέκνον” εἰποῦσα καὶ “μέγ’ ἀγαθόν· ἡ μάμμη δὲ ποῦ;” ἐφίλησε, περιήνεγκεν. ὡς δ’ ἐπαύσατο κλᾶον, πρὸς αὑτήν φησιν “ὦ τάλαιν’ ἐγώ... (245) Δημέας ἔξωθεν εἰστρέχοντι, “λούσατ’, ὦ τάλαν, τὸ παιδίον” φησίν, “τί τοῦτ’; ἐν τοῖς γάμοις τοῖς τοῦ πατρὸς τὸν μικρὸν οὐ θεραπεύετε;” εὐθὺς δ’ ἐκείνη “δύσμορ’, ἡλίκον λαλεῖς” (255) φήσ’· “ἔνδον ἐστὶν αὐτός.” “οὐ δήπου γε· ποῦ;” “ἐν τῷ ταμιείῳ”, καὶ παρεξήλλαξέ τι· “αὐτὴ καλεῖ, τίτθη, σε” καὶ “βάδιζε καὶ σπεῦδ’· οὐκ ἀκήκο’ οὐδέν· εὐτυχέστατα.” εἰποῦσ’ ἐκείνη δ’ “ὦ τάλαινα τῆς ἐμῆς (260) λαλιᾶς”, ἀπῇξεν ἐκποδών, οὐκ οἶδ’ ὅποι. κἀγὼ προῄειν τοῦτον ὅνπερ ἐνθάδε τρόπον ἀρτίως ἐξῆλθον, ἡσυχῇ πάνυ, ὡς οὔτ’ ἀκούσας οὐδὲν οὔτ’ ᾐσθημένος. αὐτὴν δ’ ἔχουσαν αὐτὸ τὴν Σαμίαν ὁρῶ (265) ἔξω καθ’ αὑτὴν <καὶ> διδοῦσαν τιτθίον· ὥσθ’ ὅτι μὲν αὐτῆς ἐστι τοῦτο γνώριμον εἶναι, πατρὸς δ’ ὅτου ποτ’ ἐστίν, εἴτ’ ἐμὸν εἴτ’—οὐ λέγω δ’, ἄνδρες, πρὸς ὑμᾶς τοῦτ’ ἐγώ, οὐχ ὑπονοῶ, τὸ πρᾶγμα δ’ εἰς μέσον φέρω (270) ἅ τ’ ἀκήκο’ αὐτός, οὐκ ἀγανακτῶν οὐδέπω. σύνοιδα γὰρ τῷ μειρακίῳ, νὴ τοὺς θεούς, καὶ κοσμίῳ τὸν πρότερον ὄντι χρόνον ἀεὶ καὶ περὶ ἔμ’ ὡς ἔνεστιν εὐσεβεστάτῳ. πάλιν δ’, ἐπειδὰν τὴν λέγουσαν καταμάθω (275) τίτθην ἐκείνου πρῶτον οὖσαν, εἶτ’ ἐμοῦ λάθρᾳ λέγουσαν, εἶτ’ ἀποβλέψω πάλιν εἰς τὴν ἀγαπῶσαν αὐτὸ καὶ βεβιασμένην ἐμοῦ τρέφειν ἄκοντος, ἐξέστηχ’ ὅλως. ἀλλ’ εἰς καλὸν γὰρ τουτονὶ προσιόνθ’ ὁρῶ (280) τὸν Παρμένοντ’ ἐκ τῆς ἀγορᾶς· ἐατέον αὐτὸν παραγαγεῖν ἐστι τούτους οὓς ἄγει. Παρμένων μάγειρ’, ἐγώ, μὰ τοὺς θεούς, οὐκ οἶδα σὺ ἐφ’ ὅ τι μαχαίρας περιφέρεις· ἱκανὸς γὰρ εἶ λαλῶν κατακόψαι πάντα πράγματα. (285) μάγειρος ἄθλιε ἰδιῶτα. Παρμένων ἐγώ; μάγειρος δοκεῖς γέ μοι, νὴ τοὺς θεούς. εἰ πυνθάνομαι πόσας τραπέζας μέλλετε ποεῖν, πόσαι γυναῖκές εἰσι, πηνίκα ἔσται τὸ δεῖπνον, εἰ δεήσει προσλαβεῖν τραπεζοποιόν, εἰ κέραμός ἐστ’ ἔνδοθεν (290) ὑμῖν ἱκανός, εἰ τοὐπτάνιον κατάστεγον, εἰ τἆλλ’ ὑπάρχει πάντα— Παρμένων κατακόπτεις γέ με, εἰ λανθάνει σε, φίλτατ’, εἰς περικόμματα, οὐχ ὡς ἔτυχεν. μάγειρος οἴμωζε. Παρμένων καὶ σύ, τοῦτό γε παντὸς ἕνεκ’. ἀλλὰ παράγετ’ εἴσω. (295) Δημέας Παρμένων. Παρμένων ἐμέ τις κέκληκε; Δημέας ναιχί. Παρμένων χαῖρε, δέσποτα. Δημέας τὴν σφυρίδα καταθεὶς ἧκε δεῦρο. Παρμένων ἀγαθῇ τύχῃ. Δημέας τοῦτον γὰρ οὐδέν, ὡς ἐγᾦμαι, λανθάνοι τοιοῦτον ἂν πραττόμενον ἔργον· ἔστι γὰρ περίεργος, εἴ τις ἄλλος. ἀλλὰ τὴν θύραν (300) προϊὼν πέπληχε. Παρμένων δίδοτε, Χρυσί, πάνθ’ ὅσ’ ἂν ) ὁ μάγειρος αἰτῇ, τὴν δὲ γραῦν φυλάττετε ἀπὸ τῶν κεραμίων, πρὸς θεῶν. τί δεῖ ποεῖν δέσποτα; Δημέας τί δεῖ ποεῖν <σε>; δεῦρ’ ἀπὸ τῆς θύρας· ἔτι μικρόν. (305) Παρμένων ἤν. (305) Δημέας ἄκουε δή νυν, Παρμένων· (305) ἐγώ σε μαστιγοῦν, μὰ τοὺς δώδεκα θεούς, οὐ βούλομαι διὰ πολλά. Παρμένων μαστιγοῦν; τί δὲ πεπόηκα; Δημέας συγκρύπτεις τι πρός μ’, ᾔσθημαι. Παρμένων ἐγώ; (308) μὰ τὸν Διόνυσον, μὰ τὸν Ἀπόλλω τουτονί, μὰ τὸν Δία τὸν Σωτῆρα, μὰ τὸν Ἀσκληπιόν— (310) Δημέας παῦ· μηδὲν ὄμνυ’· οὐ γὰρ εἰκάζων λέγω. Παρμένων ἢ μήποτ’ ἆρα— Δημέας οὗτος, βλέπε δεῦρο. Παρμένων ἰδού, βλέπω. Δημέας τὸ παιδίον τίνος ἐστίν; Παρμένων ἥν. Δημέας τὸ παιδίον τίνος ἐστ’ ἐρωτῶ. Παρμένων Χρυσίδος. Δημέας πατρὸς δὲ τοῦ; Παρμένων σόν, φ̣[ησιν]. Δημέας ἀπόλωλας· φενακίζεις με. (315) Παρμένων ἐγώ; Δημέας εἰδότα γ’ ἀκριβῶς πάντα καὶ πεπυσμένον ὅτι Μοσχίωνός ἐστιν, ὅτι σύνοισθα σύ, ὅτι δι’ ἐκεῖνον αὐτὸ νῦν αὕτη τρέφει. Παρμένων τίς φησι; Δημέας πάντες. ἀλλ’ ἀπόκριναι τοῦτό μοι· ταῦτ’ ἐστίν; Παρμένων ἔστι, δέσποτ’, ἀλλὰ λανθάνειν— (320) Δημέας τί “λανθάνειν”; ἱμάντα παίδων τις δότω ἐπὶ τουτονί μοι τὸν ἀσεβῆ. Παρμένων μή, πρὸς θεῶν. Δημέας στίξω σε, νὴ τὸν Ἥλιον. Παρμένων στίξεις ἐμέ; Δημέας ἤδη γε. Παρμένων ἀπόλωλα. Δημέας ποῖ σύ, ποῖ, μαστιγία; λάβ’ αὐτόν. ὦ πόλισμα Κεκροπίας χθονός, (325) ὦ ταναὸς αἰθήρ, ὦ—τί, Δημέα, βοᾷς; τί βοᾷς, ἀνόητε; κάτεχε σαυτόν, καρτέρει. οὐδὲν γὰρ ἀδικεῖ Μοσχίων σε. παράβολος ὁ λόγος ἴσως ἐστ’, ἄνδρες, ἀλλ’ ἀληθινός. εἰ μὲν γὰρ ἢ βουλόμενος ἢ κεκνισμένος (330) ἔρωτι τοῦτ’ ἔπραξεν ἢ μισῶν ἐμέ, ἦν ἂν ἐπὶ τῆς αὐτῆς διανοίας ἔτι θρασὺς ἐμοί τε παρατεταγμένος. νυνὶ δέ μοι ἀπολελόγηται τὸν φανέντ’ αὐτῷ γάμον ἄσμενος ἀκούσας. οὐκ ἐρῶν γάρ, ὡς ἐγὼ (335) τότ’ ᾠόμην, ἔσπευδεν, ἀλλὰ τὴν ἐμὴν Ἑλένην φυγεῖν βουλόμενος ἔνδοθέν ποτε· αὕτη γάρ ἐστιν αἰτία τοῦ γεγονότος· παρέλαβεν αὐτόν που μεθύοντα δηλαδή, οὐκ ὄντ’ ἐν ἑαυτοῦ· πολλὰ δ’ ἐξεργάζεται (340) ἀνόητ’ ἄκρατος καὶ νεότης, ὅταν λάβῃ τὸν συνεπιβουλεύσαντα τούτοις πλησίον. οὐδενὶ τρόπῳ γὰρ πιθανὸν εἶναί μοι δοκεῖ τὸν εἰς ἅπαντας κόσμιον καὶ σώφρονα τοὺς ἀλλοτρίους εἰς ἐμὲ τοιοῦτον γεγονέναι, (345) οὐδ’ εἰ δεκάκις ποητός ἐστι, μὴ γόνῳ ἐμὸς ὑός· οὐ γὰρ τοῦτο, τὸν τρόπον δ’ ὁρῶ. χαμαιτύπη δ’ ἅνθρωπος, ὄλεθρος. ἀλλὰ τί; οὐ γὰρ περιέσται. Δημέα, νῦν ἄνδρα χρὴ εἶναί σ’· ἐπιλαθοῦ τοῦ πόθου, πέπαυσ’ ἐρῶν, (350) καὶ τἀτύχημα μὲν τὸ γεγονὸς κρύφθ’ ὅσον ἔνεστι διὰ τὸν ὑόν, ἐκ τῆς δ’ οἰκίας ἐπὶ κεφαλὴν ἐς κόρακας ὦσον τὴν καλὴν Σαμίαν. ἔχεις δὲ πρόφασιν ὅτι τὸ παιδίον ἀνείλετ’· ἐμφανίσῃς γὰρ ἄλλο μηδὲ ἕν, (355) δακὼν δ’ ἀνάσχου, καρτέρησον εὐγενῶς. μάγειρος ἀλλ’ ἆρα πρόσθε τῶν θυρῶν ἐστ’ ἐνθάδε; παῖ, Παρμένων. ἅνθρωπος ἀποδέδρακέ με, ἀλλ’ οὐδὲ μικρὸν συλλαβών. Δημέας ἐκ τοῦ μέσου ἄναγε σεαυτόν. μάγειρος Ἡράκλεις. τί τοῦτο, παῖ; (360) μαινόμενος εἰσδεδράμηκεν εἴσω τις γέρων· ἢ τί τὸ κακόν ποτ’ ἐστί; τί δέ μοι τοῦτο, παῖ; νὴ τὸν Ποσειδῶ, μαίνεθ’, ὡς ἐμοὶ δοκεῖ· κέκραγε γοῦν παμμέγεθες. ἀστεῖον πάνυ εἰ τὰς λοπάδας ἐν τῷ μέσῳ μου κειμένας (365) ὄστρακα ποήσαι πάνθ’ ὅμοια. τὴν θύραν πέπληχεν. ἐξώλης ἀπόλοιο, Παρμένων, κομίσας με δεῦρο. μικρὸν ὑπαποστήσομαι. Δημέας οὔκουν ἀκούεις; ἄπιθι. Χρυσίς ποῖ γῆς, ὦ τάλαν; Δημέας ἐς κόρακας ἤδη. (370) Χρυσίς δύσμορος. Δημέας ναί, δύσμορος. ἐλεινὸν ἀμέλει τὸ δάκρυον. παύσω σ’ ἐγώ, ὡς οἴομαι— Χρυσίς τί ποοῦσαν; Δημέας οὐδέν. ἀλλ’ ἔχεις τὸ παιδίον, τὴν γραῦν· ἀποφθείρου ποτέ. Χρυσίς ὅτι τοῦτ’ ἀνειλόμην; Δημέας διὰ τοῦτο καί— Χρυσίς τί “καί”; Δημέας διὰ τοῦτο. (375) μάγειρος τοιοῦτ’ ἦν τι τὸ κακόν· μανθάνω. (375) Δημέας τρυφᾶν γὰρ οὐκ ἠπίστασο. Χρυσίς οὐκ ἠπιστάμην; τί δ’ ἐσθ’ ὃ λέγεις; Δημέας καίτοι πρὸς ἔμ’ ἦλθες ἐνθάδε ἐν σινδονίτῃ, Χρυσί—μανθάνεις; —πάνυ λιτῷ. Χρυσίς τί οὖν; Δημέας τότ’ ἦν ἐγώ σοι πάνθ’, ὅτε φαύλως ἔπραττες. (380) Χρυσίς νῦν δὲ τίς; Δημέας μή μοι λάλει. ἔχεις τὰ σαυτῆς πάντα· προστίθημί σοι ἐγὼ θεραπαίνας, Χρυσί. ἐκ τῆς οἰκίας ἄπιθι. μάγειρος τὸ πρᾶγμ’ ὀργή τις ἐστί· προσιτέον. βέλτισθ’, ὅρα— Δημέας τί μοι διαλέγει; μάγειρος μὴ δάκῃς. Δημέας ἑτέρα γὰρ ἀγαπήσει τὰ παρ’ ἐμοί, Χρυσί· νὴ (385) καὶ τοῖς θεοῖς θύσει. μάγειρος τί ἐστίν; Δημέας ἀλλὰ σὺ ὑὸν πεπόησαι· πάντ’ ἔχεις. μάγειρος οὔπω δάκνει. ὅμως— Δημέας κατάξω τὴν κεφαλὴν ἄνθρωπέ σου ἄν μοι διαλέγῃ. μάγειρος νὴ δικαίως γ’· ἀλλ’ ἰδού, εἰσέρχομ’ ἤδη. Δημέας τὸ μέγα πρᾶγμ’. ἐν τῇ πόλει (390) ὄψει σεαυτὴν νῦν ἀκριβῶς ἥτις εἶ. οὐ κατά σε, Χρυσί, πραττόμεναι δραχμὰς δέκα μόνας ἕτεραι τρέχουσιν ἐπὶ τὰ δεῖπνα καὶ πίνουσ’ ἄκρατον ἄχρι ἂν ἀποθάνωσιν, ἢ πεινῶσιν ἂν μὴ τοῦθ’ ἑτοίμως καὶ ταχὺ (395) ποῶσιν. εἴσει δ’ οὐδενὸς τοῦτ’, οἶδ’ ὅτι, ἧττον σύ, καὶ γνώσει τίς οὖσ’ ἡμάρτανες. ἕσταθι. Χρυσίς τάλαιν’ ἔγωγε τῆς ἐμῆς τύχης. Νικήρατος τουτὶ τὸ πρόβατον τοῖς θεοῖς μὲν τὰ νόμιμα ἅπαντα ποιήσει θυθὲν καὶ ταῖς θεαῖς. (400) αἷμα γὰρ ἔχει, χολὴν ἱκανήν, ὀστᾶ καλά, σπλῆνα μέγαν, ὧν χρεία ’στι τοῖς Ὀλυμπίοις. πέμψω δὲ γεύσασθαι κατακόψας τοῖς φίλοις τὸ κῴδιον· λοιπὸν γάρ ἐστι τοῦτό μοι. ἀλλ’, Ἡράκλεις, τί τοῦτο; πρόσθε τῶν θυρῶν (405) ἕστηκε Χρυσὶς ἥδε κλάουσ’· οὐ μὲν οὖν ἄλλη. τί ποτε τὸ γεγονός;