ἕσταθι. Χρυσίς τάλαιν’ ἔγωγε τῆς ἐμῆς τύχης. Νικήρατος τουτὶ τὸ πρόβατον τοῖς θεοῖς μὲν τὰ νόμιμα ἅπαντα ποιήσει θυθὲν καὶ ταῖς θεαῖς. (400) αἷμα γὰρ ἔχει, χολὴν ἱκανήν, ὀστᾶ καλά, σπλῆνα μέγαν, ὧν χρεία ’στι τοῖς Ὀλυμπίοις. πέμψω δὲ γεύσασθαι κατακόψας τοῖς φίλοις τὸ κῴδιον· λοιπὸν γάρ ἐστι τοῦτό μοι. ἀλλ’, Ἡράκλεις, τί τοῦτο; πρόσθε τῶν θυρῶν (405) ἕστηκε Χρυσὶς ἥδε κλάουσ’·οὐ μὲν οὖν ἄλλη. τί ποτε τὸ γεγονός; Χρυσίς ἐκβέβληκέ με ὁ φίλος ὁ χρηστός σου. τί γὰρ ἄλλο; Νικήρατος ὦ Ἡράκλεις. τίς; Δημέας; Χρυσίς ναί. Νικήρατος διὰ τί; Χρυσίς διὰ τὸ παιδίον. Νικήρατος ἤκουσα καὐτὸς τῶν γυναικῶν ὅτι τρέφεις (410) ἀνελομένη παιδάριον. ἐμβροντησία. ἀλλ’ ἔστ’ ἐκεῖνος ἡδύς. οὐκ ὠργίζετο εὐθύς; διαλιπὼν δ’; ἀρτίως; Χρυσίς ὃς καὶ φράσας εἰς τοὺς γάμους μοι τἆνδον εὐτρεπῆ ποεῖν μεταξύ μ’ ὥσπερ ἐμμανὴς ἐπεισπεσὼν (415) ἔξωθεν ἐκκέκλεικε. Νικήρατος Δημέας χολᾷ. ὁ Πόντος οὐχ ὑγιεινόν ἐστι χωρίον. πρὸς τὴν γυναῖκα δεῦρ’ ἀκολούθει τὴν ἐμήν. θάρρει· τί βούλει; παύσεθ’ οὗτος ἀπομανεὶς ὅταν λογισμὸν ὧν ποεῖ νυνὶ λάβῃ. (420) Νικήρατος παρατενεῖς, γύναι. βαδίζω νῦν ἐκείνῳ προσβαλῶν. οὐδ’ ἂν ἐπὶ πολλῷ γενέσθαι τὸ γεγονός, μὰ τοὺς θεούς, πρᾶγμ’ ἐδεξάμην. μεταξὺ τῶν γάμων ποουμένων συμβέβηκ’ οἰωνὸς ἡμῖν ἄτοπος· ἐκβεβλημένη εἰσελήλυθεν πρὸς ἡμᾶς παιδάριον ἔχουσά τις· (425) δάκρυα γίνεθ’, αἱ γυναῖκες τεθορύβηνται. Δημέας σκατοφαγεῖ. νὴ τὸν Ποσειδῶ καὶ θεούς, οἰμώξεται σκαιὸς ὤν. Μοσχίων οὐ μὴ δύῃ ποθ’ ἥλιος. τί δεῖ λέγειν; ἐπιλέλησθ’ ἡ νὺξ ἑαυτῆς. ὢ μακρᾶς δείλης. τρίτον λούσομ’ ἐλθών· τί γὰρ ἔχοιμ’ ἂν ἄλλο ποιεῖν; (430) Νικήρατος Μοσχίων, χαῖρε πολλά. Μοσχίων νῦν ποοῦμεν τοὺς γάμους; ὁ Παρμένων εἶπεν ἐν ἀγορᾷ περιτυχὼν ἄρτι μοι. τί κωλύει μετιέναι τὴν παῖδά μ’ ἤδη; Νικήρατος τἀνθάδ’ ἀγνοῶν πάρει; Μοσχίων ποῖα; Νικήρατος ποῖ’; ἀηδία τις συμβέβηκεν ἔκτοπος. Μοσχίων Ἡράκλεις· τίς; οὐ γὰρ εἰδὼς ἔρχομαι. (435) Νικήρατος τὴν Χρυσίδα ἐξελήλακ’ ἔνδοθέν σου, φίλταθ’, ὁ πατὴρ ἀρτίως. Μοσχίων οἷον εἴρηκας. Νικήρατος τὸ γεγονός. Μοσχίων διὰ τί; Νικήρατος διὰ τὸ παιδίον. Μοσχίων εἶτα ποῦ ’στι νῦν; Νικήρατος παρ’ ἡμῖν ἔνδον. Μοσχίων ὢ δεινὸν λέγων πρᾶγμα καὶ θαυμαστόν. Νικήρατος εἴ σοι δεινὸν εἶναι φαίνεται Δημέας ἂν λάβω ξύλον, ποήσω τὰ δάκρυ’ ὑμῶν ταῦτ’ ἐγὼ (440) ἐκκεκόφθαι. τίς ὁ φλύαρος; οὐ διακονήσετε τῷ μαγείρῳ; πάνυ γάρ ἐστιν ἄξιον, νὴ τὸν Δία, ἐπιδακρῦσαι· μέγα γὰρ ὑμῖν ᾤχετ’ ἐκ τῆς οἰκίας ἀγαθόν· αὐτὰ τἆργα δηλοῖ. χαῖρ’, Ἄπολλον φίλτατε, ἐπ’ ἀγαθῇ τύχῃ τε πᾶσι τοὺς γάμους <οὓς> μέλλομεν (445) <νῦν> ποεῖν ἡμῖν γενέσθαι δὸς σύ· μέλλω γὰρ ποεῖν τοὺς γάμους, ἄνδρες, καταπιὼν τὴν χολήν· τήρ[ει δὲ σύ, δέσποτ’, αὐτὸς ἵνα γένωμαι μὴ ’πίδηλος μηδ[ενί, ἀλλὰ τὸν ὑμέναιον ἄιδειν εἰσανάγκασόν με σύ. Νικήρατος σὺ πρότερος, Μοσχίων, πρόσελθέ μου. (451) Μοσχίων εἶἑν· ὦ π]άτερ, τί ποιεῖς ταῦτα; Δημέας ποῖα, Μοσχίων; Μοσχίων ποῖ’, ἐρωτ]ᾷς; διὰ τί Χρυσὶς οἴχετ’ ἀπιοῦσ’, εἰπέ μοι. Δημέας πρεσβεύεταί τις πρός με· δεινόν. —οὐχὶ σόν, μὰ τὸν Ἀπόλλω, τοὖργον ἐστὶν ἀλλὰ παντελ[ῶς ἐμόν· (455) τίς ὁ φλύ]α̣ρ̣ος; —δεινὸν ἤδη· συναδικεῖ μ’ οὗτος. Μοσχίων τί φῄς; Δημέας περιφα]νῶς· τί γὰρ προσέρχεθ’ ὑπὲρ ἐκείνης; ἀσ̣[μένῳ χρῆν γὰρ αὐτῷ τοῦτο δήπου γε[γονέναι. Μοσχίων τί τ]οὺς φίλους προσδοκᾶις ἐρεῖν πυθομένους; Δημέας ]κ̣ω Μοσχίων τοὺς φίλους—ἔα με. (460) Μοσχίων ἀγεννὲς ἂν ποιοίην ἐπιτρέπων. Δημέας ἀλλὰ κωλύσεις με; Μοσχίων ἔγωγε. (461) Δημέας τοῦθ’, ὁρᾶ[θ’, ὑ]περβολή· τοῦτο τῶν δεινῶν ἐκείνων δεινότερον. Μοσχίων οὐ πάντα γὰρ ἐπιτρέπειν ὀργῇ προσήκει. Νικήρατος Δημέα, καλῶς λέγει. Μοσχίων ἀποτρέχειν αὐτῇ φράσον δεῦρ’ εἰσιών, Νικήρατε. Δημέας Μοσχίων, ἔα μ’, ἔα με, Μοσχίων· τρίτον λέγω (465) τουτογί· πάντ’ οἶδα. Μοσχίων ποῖα πάντα; Δημέας μή μοι διαλέγου. Μοσχίων ἀλλ’ ἀνάγκη, πάτερ. Δημέας ἀνάγκη; τῶν ἐμῶν οὐ κύριος ἔσομ’ ἐγώ; Μοσχίων ταύτην ἐμοὶ δὸς τὴν χάριν. Δημέας ποίαν χάριν; οἷον ἀξιοῖς μ’ ἀπελθεῖν αὐτὸν ἐκ τῆς οἰκίας καταλιπόνθ’ ὑμᾶς δύ’ ὄντας. τοὺς γάμους ἔα ποεῖν, (470) τοὺς γάμους ἔα με ποιεῖν, ἂν ἔχῃς νοῦν. Μοσχίων ἀλλ’ ἐῶ· βούλομαι δὲ συμπαρεῖναι Χρυσίδ’ <ἡμῖν.> Δημέας Χρυσίδα; Μοσχίων ἕνεκα σοῦ σπεύδω μάλιστα τοῦτο. Δημέας ταῦτ’ οὐ γνώριμα, οὐ σαφῆ; μαρτύρομαί σε, Λοξία, συνόμνυται τοῖς ἐμοῖς ἐχθροῖς τις. οἴμοι· καὶ διαρραγήσομαι. (475) Μοσχίων τί δὲ λέγεις; Δημέας βούλει φράσω σοι; Μοσχίων πάνυ γε. Δημέας δεῦρο δή. Μοσχίων λέγε. Δημέας ἀλλ’ ἐγώ. τὸ παιδίον σόν ἐστιν, οἶδ’, ἀκήκοα τοῦ συνειδότος τὰ κρυπτὰ Παρμένοντος· ὥστε μὴ πρὸς ἐμὲ παῖζε. Μοσχίων ἔπειτά σ’ ἀδικεῖ Χρυσίς, εἰ τοῦτ’ ἔστ’ ἐμόν; Δημέας ἀλλὰ τίς σύ; (480) Μοσχίων τί γὰρ ἐκείνη γέγονεν αἰτία; Δημέας τί φῄς; οὐδὲν ἐνθυμεῖσθε; Μοσχίων τί βοᾶς; Δημέας ὅ τι βοῶ, κάθαρμα σύ; τοῦτ’ ἐρωτᾶς; εἰς σεαυτὸν ἀναδέχει τὴν αἰτίαν, εἰπέ μοι; καὶ τοῦτο τολμᾶς ἐμβλέπων ἐμοὶ λέγειν; παντελῶς οὕτως ἀπεγνωκώς με τυγχάνεις; Μοσχίων ἐγώ; διὰ τί; (485)