Prokopios (1. pol. 6. stol. n. l.) Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινες μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, … ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ῥωμαίοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ ἂλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται… ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθής εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι … αλλὰ τοὺς μεν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι … εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου ἀνάριθμα … ταύτα εἰπόντας ὁ βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοὶς δωρήσασθαι ὁμολογήσας τῷ ἔργῷ πείθει ἐπιρρῶσαι τὸν λόγον. οἱ δὲ … τά τε ᾠὰ μετήνεγκαν ἐς Βυζάντιον, ἐς σκώληκάς τε … μεταπεφυκέναι διαπραξάμενοι τρέφουσί τε συκαμίνου φύλλοις, καὶ ἀπ’ αὐτοῦ γίνεσθαι μέταξαν τὸ λοιπὸν κατεστήσαντο ἐν Ῥωμαίων τῇ γῇ. Tehdy někteří mniši, když přišli z Indie a předstoupili před císaře, slíbili, že to s hedvábím zařídí tak, aby Byzantinci už nekupovali toto zboží od svých nepřátel Peršanů nebo jiného národa… Když je císař trpělivě vyslechl a chtěl vědět, zda jsou jejich slova pravdivá, mniši odpověděli, že nějaké housenky vytvářejí hedvábí … ale že je nemožné je převést tam živé … a že každá housenka klade spoustu vajíček … Když to řekli, císař mužům slíbil, že se jim bohatě odmění a přiměl je ze slov udělat činy … A oni převezli vajíčka do Byzance, a když se z vajíček staly housenky, krmili je morušovými listy, a tak založili v zemi Byzantinců výrobu hedvábí. Ὑπὲρ τῶν πολέμων λόγοι, 8.17.1-7 Michael Psellos (1018–1078 nebo 1096) Ὥσπερ γάρ τινος ξύμπαντες κρείττονος μετεσχηκότες πνεύματος, οὐκ ἔτι ἐπὶ τῶν προτέρων ἑωρῶντο τῆς ψυχῆς καταστάσεων, ἀλλ’ οἱ τε δρόμοι αὐτῶν μανικώτεροι καὶ χεῖρες ἐρρωμενέστεραι, καὶ τῶν ὀφθαλμῶν αἱ βολαὶ πυρώδεις τε καὶ ἐνθουσιῶσαι, οἵ τε τοῦ σώματος τόνοι ῥωμαλεώτεροι, μεταρρυθμίζεσθαι δὲ πρὸς τὸ εὐσχημονέστερον ἢ μετατίθεσθαι τῶν βουλευμάτων οὐδεὶς τῶν πάντων ἐβούλετό γε, ἢ τοῦ συμβουλεύοντος ἦν. Δόξαν δὲ αὐτοῖς τὰ πρῶτα ἐπὶ τὸ γένος ἐκείνου χωρεῖν καὶ τοὺς σεμνοὺς ἐκείνων οἴκους καταστρέφειν καὶ ὑπερόγκους, ἔργου τε εἴχοντο, καὶ ὁμοῦ προσέβαλλον, καὶ τὸ ξύμπαν εἰς ἔδαφος κατερρήγνητο, καὶ τῶν οἰκοδομημάτων τὰ μὲν ἐπικάλυπτο, τὰ δ’ ανακεκάλυπτο· ἐπεκαλύπτοντο δὲ κρηπῖδες γῆθεν ἀναρρηγνύμεναι, ὥσπερ αὐτῶν τῆς γῆς τὸ ἄχθος ἀποφορτιζομένης καὶ ἀπορριπτούσης τοὺς θεμελίους. Jakoby vyšší duch ovládl všechny. Nikdo už nebyl ve svém přirozeném duševním rozpoložení. Jejich běh byl zběsilý, ruce ještě zběsilejší, žhavý pohled plný nadšení, svaly v těle napjaté. Nikdo na světě se nechtěl (ani by to nebylo moudré) uvolnit, změnit myšlenky. První, na co pomysleli, bylo zasadit úder svým příbuzným, zničit jejich velkolepé a honosné příbytky a ihned se dali do díla. Při jejich bouřlivém náporu se vesmír zřítil na zem. Některé stavby zavalily trosky, jiné zůstaly bez střech. Stropy se propadaly a obnažovaly se základy, jako by země chtěla ze sebe strhnout břemeno a vymrštit kamenné základy. Χρονογραφία, 28-29 Anna Komnena (1083 – kolem 1153) Ὁ δὲ βασιλεὺς, ἔτι εἰς τὴν βασιλεύουσαν ἐνδιατρίβων, μεμαθηκὼς διὰ γραφῶν τοῦ δουκὸς Δυρραχίου τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν ἐπετάχυνε τὴν ἐξέλευσιν. ἀνύστακτος γὰρ ὣν ὁ δοὺξ Δυρραχίου, μὴ διδοὺς τὸ παράπαν ὕπνον τοῖς ὀφθαλμοῖς, ὁπηνίκα διέγνω διαπλωσάμενον τὸν Βαϊμοῦντον παρὰ τὴν τοῦ Ἰλλυρικοῦ πεδιάδα καὶ τῆς νηὸς ἀποβεβηκότα καὶ αὐτόθι που πηξάμενον χάρακα, Σκύθην μεταπεμψάμενος ὑπόπτερον δή, τὸ τοῦ λόγου, πρὸς τὸν αὐτοκράτορα τὴν τούτου διαπεραίωσιν ἐδήλου. ὂς ἐπανιόντα τὸν αὐτοκράτορα τοῦ κυνηγεσίου καταλαβών, δρομαῖος εἰσελθὼν καὶ προσουδίσας τὴν κεφαλήν, τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν τρανῶς ἐβόα. ἅπαντες μὲν οὖν οἱ τότε παρόντες ἐπάγησαν, οὗπερ ἔκαστος ἔτυχε, καὶ πρὸς μόνην τὴν τοῦ Βαϊμούντου κλῆσιν ἀποναρκήσαντες. ὁ δὲ αὐτοκράτωρ, πλήρης θυμοῦ καὶ φρονήματος ὤν, λύων τὸν ἱμάντα τοῦ ὑποδήματος «Πρὸς ἄριστον», ἔφη, «τὸ παρὸν τραπώμεθα· τὰ δε γε κατὰ τὸν Βαϊμοῦντον αὖθις κατασκεψόμεθα». Král, který ještě zůstal v královském městě, když se dozvěděl z dopisu dračského knížete o přeplavení Bohemunda, uspíšil svůj odjezd. Skutečně, dračský kníže, krajně opatrný člověk, který sám sobě nedopřál spánku, jakmile se dozvěděl, že Bohemund se po svém příjezdu vylodil v nížině Illyrika, kde také založil tábor, poslal jednoho Skytha, který spěchal za císařem, aby mu oznámil přeplavení nepřítele. Posel zastihl císaře, když se vracel z lovu. Vběhl dovnitř a s hlavou položenou k zemi hlasitě volal, že se Bohemund přeplavil. Ale císař pln odvahy a klidu si odepnul pásek u sandálu a řekl: „Zatím se naobědváme, o Bohemundovi budeme přemýšlet později.“ Άλεξιάς, 12.9 STŘEDNÍ STYL Ioannes Malalas (cca 491 – cca 578) Ἐν αὐτῷ δὲ τῷ χρόνῳ τῆς δεκάτης ἰνδικτιῶνος συνέβη ὑπό τινων ἀλαστόρων δαιμόνων πρόφασιν γένεσθαι ταραχῆς ἐν Βυζαντίῳ, Εὐδαίμονος ἐπάρχου πόλεως ὄντος καὶ ἔχοντος ἀτάκτους ἐν φρουρᾷ ἐξ άμφοτέρων τῶν μερῶν, καὶ ἐξετάσαντος διάφορα πρόσωπα εὗρεν ἐξ αὐτῶν ὀνόματα ἑπτὰ αἰτίους φόνων, καὶ ψηφισάμενος τῶν μὲν τεσσάρων καρατόμησιν, τῶν δὲ τριῶν ἀνασκολοπισμόν. καὶ περιβωμισθέντων αὐτῶν ἀνὰ πᾶσαν τὴν πόλιν καὶ περασάντων αὐτῶν, καὶ τῶν μὲν κρεμασθέντων, ἐξέπεσαν δύο τῶν ξύλων ῥαγέντων, ἑνὸς μὲν Βενέτου, καὶ ἑτέρου Πρασίνου. καὶ ἑωρακὼς ὁ περιεστὼς λαὸς τὸ συμβὰν εὐφήμησαν τὸν βασιλέα. ἀκηκοότες δὲ οἱ πλησίον τοῦ ἁγίου Κόνωνος μοναχοὶ καὶ ἐξελθόντες, εὗρον ἐκ τῶν κρεμασθέντων δύο ζῶντας κειμένους εἰς τὸ ἔδαφος. καὶ καταγαγόντες αὐτοὺς πλησίον θαλάσσης καὶ ἐμβαλόντες ἐν πλοίῳ, ἔπεμψαν αὐτοὺς ἐν τῷ ἁγίῷ Λαυρεντίῳ ἐν άσύλοις τόποις. Χρονογραφία XVIII, str. 473 Theofanes Homologetes (cca 760–818) Τούτῳ τῷ ἔτει εἰρήνης γενομένης μεταξὺ Περσῶν καὶ Ῥωμαίων, ἀπέστειλεν ὁ βασιλεὺς Θεόδωρον, τὸν ἑαυτοῦ ἀδελφὸν, μετὰ γραμμάτων καὶ ἀνθρώπων Σιρόου, τοῦ βασιλέως Περσῶν, ὅπως τοὺς ἐν Έδέσῃ καὶ Παλεστίνῃ καὶ Ἱεροσολύμοις καὶ ταῖς λοιπαῖς πόλεσι τὼν Ῥωμαίων Πέρσας μετὰ εἰρήνης ἀποστρέψωσιν ἐν Περσίδι, καὶ ἀβλαβῶς παρέλθωσι τὴν τῶν Ῥωμαίων γῆν. Ὁ δὲ βασιλεὺς ἐν ἓξ ἔτεσι καταπολεμήσας τὴν Περσίδα, τῷ ζ’ ἔτει εἰρηνεύσας μετὰ χαρᾶς μεγάλης ἐπὶ Κωνσταντινούπολιν ὑπέστρεψε μυστικήν τινα θεωρίαν ἐν τούτῳ πληρώσας. ἐν γὰρ ἓξ ἡμέραις πᾶσαν τὴν κτίσιν δημιουργήσας ὁ θεὸς τὴν ἑβδόμην ἀναπαύσεως ἡμέραν ἐκάλεσεν·οὕτω καὶ αὐτὸς ἐν τοῖς ἕξ χρόνοις πολλοὺς πόνους διανύσας τῷ ἑβδόμῳ ἔτει μετ’ εἰρήνης καὶ χαρᾶς ἐν τῇ πόλει ὑποστρέψας ἀνεπαύσατο. Χρονογραφία 6119 Ioannes Moschos (cca 550–619) ἐλάλουν δὲ οἱ τυφλοὶ πρὸς ἀλληλους καὶ λέγει ὁ εἷς τῷ ἄλλῳ: «Ὄντως σοι, πῶς γέγονας τυφλός;» καὶ ἀπεκρίθη λέγων: «Ναύτης ἤμην νεώτερος καὶ ἀπὸ Ἀφρικῆς ἐπλέομεν, καῖ ἐν τῷ πελάγει ὀφθαλμιάσας καὶ μὴ ἔχων πῶς περιοδευθῶ, τὰ λευκώματα ἔσχον ἐν τοῖς οφθαλμοῖς μου καὶ ἐτυφλώθην.» λέγει καὶ τῷ ἄλλῳ «σύ πῶς γέγονας τυφλός;» ἀπεκρίθη κἀκεῖνος «ὑαλοψὸς ἤμην τὴν τέχνην καὶ ἐκ τοῦ πυρὸς ἐπίχυσιν ἔσχον οἱ δύο ὀφθαλμοὶ καὶ ἐτυφλώθην.» λέγουσιν ἄλλῳ κἀκεῖνοι «σύ πῶς γέγονας τυφλός;» ὁ δὲ ἀπεκρίθη «ὄντως ἐγὼ λὲγω ὑμῖν· ὄταν ἤμην νεώτερος, ἐμίσησα τὸν κάματον πάνυ· γέγονα δὲ καὶ ἄσωτος. οὺκ ἔχων οὖν πόθεν φάγω, λοιπὸν ἔκλεπτον. ἐν μίᾳ οὖν τῶν ἡμερῶν μετὰ τὸ ποιῆσαι με πολλὰ κακὰ ἱστάμην οὖν ἐπὶ τὴν ἀγορὰν καὶ θεωρῶ νεκρὸν ἐξοδιζόμενον καλῶς φοροῦντα. ἀκολουθῶ οῦν ὀπίσω τοῦ ἐξοδίου ἵνα θεωρήσω ποῦ μέλλουσιν αὐτὸν θάπτειν … ἐγὼ δὲ … εἰσῆλθον εὶς τὸ μνημεῖον καὶ ἀπέδυσα αὐτὸν εἴτι ἐφόρει … καὶ ὡς ἀπέδυον αὐτὸν τὸ ὀθόνιον …, ἀνακάθηται ὁ νεκρὸς ἔμπροσθέν μου καὶ ἐκτείνας τὰς δύο χεῖρας αὐτοῦ ἐπ’ ἐμὲ τοῖς δακτύλοις αὐτοῦ ἔξεσέν μου τὴν ὄψιν καὶ έξέβαλεν τοὺς δύο μου ὀφθαλμοὺς …»