Brief eines Soldaten (2. Jh. n. Chr.)[1] Ἀπίων Ἐπιμάχω τῶι πατρὶ κυρίω πλεῖστα χαίρειν. Πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ διὰ παντὸς ἐρωμένον εὐτυχεῖν μετὰ τῆς ἀδελφῆς μου καὶ τῆς θυγατρός αὐτῆς καὶ τοῦ ἀδελφοῦ μου. Εὐχαριστῶ τῶ κυρίω Σεράπιδι, ὅτι μου κινδυνεύσαντος εἰς θάλασσαν ἔσωσε εὐθέως. Ὅτε εἰσῆλθον εἰς Μησήνους, ἔλαβα βιάτικον παρὰ Καίσαρος χρυσοῦς τρεῖς, καὶ καλῶς μοί ἐστιν. Ἐρωτῶ σε οὖν, κύριέ μου πατήρ, γράψον μοι ἐπιστόλιον πρῶτον μὲν περὶ τῆς σωτηρίας σου, δεύτερον περὶ τῆς τῶν ἀδελφῶν μου, τρίτον, ἵνα σου προσκυνήσω τὴν χέραν ὅτι μὲ ἐπαίδευσας καλῶς καὶ ἐκ τούτου ἐλπίζω ταχὺ προκόσαι τῶν θεῶν θελόντων. Ἄσπασαι Καπίτωνα πολλὰ καὶ τοὺς ἀδελφούς μου καὶ Σερηνίλλαν καὶ τοὺς φίλους μου. Ἔπεμψά σοι εἰκόνιν μου διὰ Εὐκτήμενος. Ἔστι δέ μου ὄνομα Ἀντώνις Μάξιμος. Ἐρρώσθαί σε εὔχομαι. Κεντυρία Ἀθηνονίκη. ________________________________ [1] In: EGEA, I. M., Documenta Selecta ad Historiam Linguae Graecae Inlustrandam, Bilbao 1988, 168-169