Aristofanés, Výběr z komedií Lysistraté 1-95 ΛΥΣΙΣΤΡΑΤΗ Ἀλλ’ εἴ τις εἰς Βακχεῖον αὐτὰς ἐκάλεσεν, (1) ἢ ’ς Πανὸς ἢ ’πὶ Κωλιάδ’ εἰς Γενετυλλίδος, οὐδ’ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων. νῦν δ’ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή· πλὴν ἥ γ’ ἐμὴ κωμῆτις ἥδ’ ἐξέρχεται. (5) χαῖρ’, ὦ Καλονίκη. ΚΑΛΟΝΙΚΗ καὶ σύ γ’, ὦ Λυσιστράτη. (6,bis) τί συντετάραξαι; μὴ σκυθρώπαζ’, ὦ τέκνον. (7) οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. Λυ. ἀλλ’, ὦ Καλονίκη, κάομαι τὴν καρδίαν, καὶ πόλλ’ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι, (10) ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα εἶναι πανοῦργοι— Κα. καὶ γάρ ἐσμεν νὴ Δία. (12,bis) Λυ. εἰρημένον δ’ αὐταῖς ἀπαντᾶν ἐνθάδε (13) βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος, εὕδουσι κοὐχ ἥκουσιν. (15) Κα. ἀλλ’, ὦ φιλτάτη, (15,bis) ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος. (16) ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ’ ἐκύπτασεν, ἡ δ’ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον κατέκλινεν, ἡ δ’ ἔλουσεν, ἡ δ’ ἐψώμισεν. @1 Λυ. ἀλλ’ ἦν γὰρ ἕτερα τῶνδε προὐργιαίτερα (20) αὐταῖς. Κα. τί δ’ ἐστίν, ὦ φίλη Λυσιστράτη, (21,bis) ἐφ’ ὅ τι ποθ’ ἡμᾶς τὰς γυναῖκας ξυγκαλεῖς; (22) τί τὸ πρᾶγμα; πηλίκον τι; Λυ. μέγα. (23,bis) Κα. μῶν καὶ παχύ; (23,ter) Λυ. νὴ τὸν Δία καὶ παχύ. (24) Κα. κᾆτα πῶς οὐχ ἥκομεν; (24,bis) Λυ. οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν. (25) ἀλλ’ ἔστιν ὑπ’ ἐμοῦ πρᾶγμ’ ἀνεζητημένον πολλαῖσί τ’ ἀγρυπνίαισιν ἐρριπτασμένον. Κα. ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον. Λυ. οὕτω γε λεπτὸν ὥσθ’ ὅλης τῆς Ἑλλάδος ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία. (30) Κα. ἐν ταῖς γυναιξίν; ἐπ’ ὀλίγου γ’ ἄρ’ εἴχετο. Λυ. ὡς ἔστ’ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα, ἢ μηκέτ’ εἶναι μήτε Πελοποννησίους— Κα. βέλτιστα τοίνυν μηκέτ’ εἶναι νὴ Δία. Λυ. Βοιωτίους τε πάντας ἐξολωλέναι— (35) Κα. μὴ δῆτα πάντας γ’, ἀλλ’ ἄφελε τὰς ἐγχέλεις. Λυ. περὶ τῶν Ἀθηνῶν δ’ οὐκ ἐπιγλωττήσομαι τοιοῦτον οὐδέν· ἀλλ’ ὑπονόησον σύ μοι. ἢν δὲ ξυνέλθωσ’ αἱ γυναῖκες ἐνθάδε, αἵ τ’ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων (40) ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα. Κα. τί δ’ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο ἢ λαμπρόν; αἳ καθήμεθ’ ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι καὶ Κιμβερίκ’ ὀρθοστάδια καὶ περιβαρίδας (45) <× – ⏑ – × – ⏑ – × – ⏑ –> Λυ. ταῦτ’ αὐτὰ γάρ τοι κἄσθ’ ἃ σώσειν προσδοκῶ, τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια. Κα. τίνα δὴ τρόπον ποθ’; (49) Λυ. ὥστε τῶν νῦν μηδένα<ς> (49,bis) ἀνδρῶν ἐπ’ ἀλλήλοισιν αἴρεσθαι δόρυ— (50) Κα. κροκωτὸν ἄρα νὴ τὼ θεὼ ’γὼ βάψομαι. Λυ. μηδ’ ἀσπίδα λαβεῖν— Κα. Κιμβερικὸν ἐνδύσομαι. (52,bis) Λυ. μηδὲ ξιφίδιον. (53) Κα. κτήσομαι περιβαρίδας. (53,bis) Λυ. ἆρ’ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ’ ἐχρῆν; (54) Κα. οὐ γὰρ μὰ Δί’, ἀλλὰ πετομένας ἥκειν πάλαι. (55) Λυ. ἀλλ’, ὦ μέλ’, ὄψει τοι σφόδρ’ αὐτὰς Ἀττικάς, ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον. ἀλλ’ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα, οὐδ’ ἐκ Σαλαμῖνος. Κα. ἀλλ’ ἐκεῖναί γ’ οἶδ’ ὅτι (59,bis) ἐπὶ τῶν κελήτων διαβεβήκασ’ ὄρθριαι. (60) Λυ. οὐδ’ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ πρώτας παρέσεσθαι δεῦρο, τὰς Ἀχαρνέων γυναῖκας, οὐχ ἥκουσιν. Κα. ἡ γοῦν Θεογένους (63,bis) ὡς δεῦρ’ ἰοῦσα θοὐκάτειον ἤρετο. (64) ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες. (65) Λυ. αὗται δ’ ἕτεραι χωροῦσί τινες. Κα. ἰοὺ ἰού, (66,bis) πόθεν εἰσίν; (67) Λυ. Ἀναγυρουντόθεν. (67,bis) Κα. νὴ τὸν Δία· (67,ter) ὁ γοῦν Ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ. (68) ΜΥΡΡΙΝΗ μῶν ὕστεραι πάρεσμεν, ὦ Λυσιστράτη; τί φῄς; τί σιγᾷς; (70) Λυ. οὐκ ἐπαινῶ, Μυρρίνη, (70,bis) ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος. (71) Μυ. μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον. ἀλλ’ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε. Λυ. μὰ Δί’, ἀλλ’ ἐπαναμείνωμεν ὀλίγου γ’ οὕνεκα τάς τ’ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων (75) γυναῖκας ἐλθεῖν. Μυ. πολὺ σὺ κάλλιον λέγεις. (76,bis) ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. (77) Λυ. ὦ φιλτάτη Λάκαινα, χαῖρε, Λαμπιτοῖ. οἷον τὸ κάλλος, γλυκυτάτη, σου φαίνεται. ὡς δ’ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. (80) κἂν ταῦρον ἄγχοις. ΛΑΜΠΙΤΩ μάλα γ’, οἰῶ, ναὶ τὼ σιώ· @1 (81,bis) γυμνάδδομαί γα καὶ ποτὶ πυγὰν ἅλλομαι. (82) Κα. ὡς δὴ καλὸν τὸ χρῆμα τῶν τιτθῶν ἔχεις. Λα. ἇπερ ἱαρεῖόν τοί μ’ ὑποψαλάσσετε. Λυ. ἡδὶ δὲ ποδαπή ’σθ’ ἡ νεᾶνις ἡτέρα; (85) Λα. πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία ἵκει ποθ’ ὑμέ. Μυ. νὴ Δί’ ὡς Βοιωτία (87,bis) καλόν γ’ ἔχουσα τὸ πεδίον. (88) Κα. καὶ νὴ Δία (88,bis) κομψότατα τὴν βληχώ γε παρατετιλμένη. (89) Λυ. τίς δ’ ἡτέρα παῖς; (90) Λα. χαἵα ναὶ τὼ σιώ, (90,bis) Κορινθία δ’ αὖ. (91) Κα. χαἵα νὴ τὸν Δία (91,bis) δήλη ’στὶν οὖσα ταυταγὶ κἀντευθενί. (92) Λα. τίς δ’ αὖ συναλίαξε τόνδε τὸν στόλον τὸν τᾶν γυναικῶν; Λυ. ἥδ’ ἐγώ. (94,bis) Λα. μύσιδδέ τοι (94,ter) ὅ τι λῇς ποθ’ ἁμέ. (95) 350-386 ἔασον, ὤν, τουτὶ τί ἦν; ἄνδρες πονωπόνηροι· (350) οὐ γάρ ποτ’ ἂν χρηστοί γ’ ἔδρων οὐδ’ εὐσεβεῖς τάδ’ ἄνδρες. Χο. Γε. τουτὶ τὸ πρᾶγμ’ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει· ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ. Χο. Γυ. τί βδύλλεθ’ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι; καὶ μὴν μέρος γ’ ἡμῶν ὁρᾶτ’ οὔπω τὸ μυριοστόν. (355) Χο. Γε. ὦ Φαιδρία, ταύτας λαλεῖν ἐάσομεν τοσαυτί; οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ’ ἐχρῆν τιν’ αὐταῖς; Χο. Γυ. θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ’, ὅπως ἄν, ἢν προσφέρῃ τὴν χεῖρά τις, μὴ τοῦτό μ’ ἐμποδίζῃ. Χο. Γε. εἰ νὴ Δί’ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς (360) ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον. Χο. Γυ. καὶ μὴν ἰδού· παταξάτω τις· στᾶσ’ ἐγὼ παρέξω, κοὐ μή ποτ’ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται. Χο. Γε. εἰ μὴ σιωπήσει, θενών σου ’κκοκκιῶ τὸ γῆρας. Χο. Γυ. ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών. (365) Χο. Γε. τί δ’ ἢν σποδῶ τοῖς κονδύλοις; τί μ’ ἐργάσει τὸ δεινόν; Χο. Γυ. βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ’ ἐξαμήσω. @1 Top of Form 1 Bottom of Form 1 Top of Form 2 Χο. Γε. οὐκ ἔστ’ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής· οὐδὲν γὰρ ὧδε θρέμμ’ ἀναιδές ἐστιν ὡς γυναῖκες. Χο. Γυ. αἰρώμεθ’ ἡμεῖς θοὔδατος τὴν κάλπιν, ὦ Ῥοδίππη. (370) Χο. Γε. τί δ’, ὦ θεοῖς ἐχθρά, σὺ δεῦρ’ ὕδωρ ἔχουσ’ ἀφίκου; Χο. Γυ. τί δ’ αὖ σὺ πῦρ, ὦ τύμβ’, ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων; Χο. Γε. ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω. Χο. Γυ. ἐγὼ δέ γ’, ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι. Χο. Γε. τοὐμὸν σὺ πῦρ κατασβέσεις; (375) Χο. Γυ. τοὔργον τάχ’ αὐτὸ δείξει. (375,bis) Χο. Γε. οὐκ οἶδά σ’ εἰ τῇδ’ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω. (376) Χο. Γυ. εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γέ σοι παρέξω. Χο. Γε. ἐμοὶ σὺ λουτρόν, ὦ σαπρά; Χο. Γυ. καὶ ταῦτα νυμφικόν γε. (378,bis) Χο. Γε. ἤκουσας αὐτῆς τοῦ θράσους; (379) Χο. Γυ. ἐλευθέρα γάρ εἰμι. (379,bis) Χο. Γε. σχήσω σ’ ἐγὼ τῆς νῦν βοῆς. (380) Χο. Γυ. ἀλλ’ οὐκέτ’ ἠλιάζει. (380,bis) Χο. Γε. ἔμπρησον αὐτῆς τὰς κόμας. (381) Χο. Γυ. σὸν ἔργον, ὦχελῷε. (381,bis) Χο. Γε. οἴμοι τάλας. (382) Χο. Γυ. μῶν θερμὸν ἦν; (382,bis) Χο. Γε. ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς; (383) Χο. Γυ. ἄρδω σ’ ὅπως ἂν βλαστάνῃς. Χο. Γε. ἀλλ’ αὗός εἰμ’ ἤδη τρέμων. (385) Χο. Γυ. οὔκουν, ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν; 430-454 Λυ. μηδὲν ἐκμοχλεύετε· (430,bis) ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν; (431) οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν. Πρ. ἄληθες, ὦ μιαρὰ σύ; ποῦ ’στι τοξότης; ξυλλάμβαν’ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ. Λυ. εἰ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι (435) ἄκραν προσοίσει, δημόσιος ὢν κλαύσεται. Πρ. ἔδεισας, οὗτος; οὐ ξυναρπάσει μέσην καὶ σὺ μετὰ τούτου χἀνύσαντε δήσετον; @1 ΓΡΑΥΣ Αʹ εἰ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον τὴν χεῖρ’ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. (440) Πρ. ἰδού γ’ ἐπιχεσεῖ. ποῦ ’στιν ἕτερος τοξότης; ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ. ΓΡΑΥΣ Βʹ εἰ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ’ ἄκραν ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα. Πρ. τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου. (445) παύσω τιν’ ὑμῶν τῆσδ’ ἐγὼ τῆς ἐξόδου. ΓΡΑΥΣ Γʹ εἰ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐγὼ ’κποκιῶ σου τὰς στενοκωκύτους τρίχας. Πρ. οἴμοι κακοδαίμων· ἐπιλέλοιφ’ ὁ τοξότης. ἀτὰρ οὐ γυναικῶν οὐδέποτ’ ἔσθ’ ἡττητέα (450) ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς, ὦ Σκύθαι, ξυνταξάμενοι. Λυ. νὴ τὼ θεώ, γνώσεσθ’ ἄρα (452,bis) ὅτι καὶ παρ’ ἡμῖν εἰσι τέτταρες λόχοι (453) μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων. 706-717 ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων; @1 Λυ. κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν ποιεῖ μ’ ἀθυμεῖν περιπατεῖν τ’ ἄνω κάτω. Χο. Γυ. τί φῄς; τί φῄς; (710) Λυ. ἀληθῆ, ἀληθῆ. Χο. Γυ. τί δ’ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις. Λυ. ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ. Χο. Γυ. μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν. Λυ. βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου. (715) Χο. Γυ. ἰὼ Ζεῦ. Λυ. τί Ζῆν’ ἀυτεῖς; ταῦτα δ’ οὖν οὕτως ἔχει. ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι οἵα τ’ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ. 980-1013 ΚΗΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ πᾶ τᾶν Ἀσανᾶν ἐστιν ἁγερωχία (980) ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον. Κι. σὺ δ’ εἶ τί; πότερ’ ἄνθρωπος ἢ Κονίσαλος; Κη. κάρυξ ἐγών, ὦ κυρσάνιε, ναὶ τὼ σιὼ @1 ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν. Κι. κἄπειτα δόρυ δῆθ’ ὑπὸ μάλης ἥκεις ἔχων; (985) Κη. οὐ τὸν Δί’ οὐκ ἐγών γα. Κι. ποῖ μεταστρέφει; (986,bis) τί δὴ προβάλλει τὴν χλαμύδ’; ἦ βουβωνιᾷς (987) ὑπὸ τῆς ὁδοῦ; Κη. Ϝαλεός γα ναὶ τὸν Κάστορα (988,bis) ἄνθρωπος. (989) Κι. ἀλλ’ ἔστυκας, ὦ μιαρώτατε. (989,bis) Κη. οὐ τὸν Δί’ οὐκ ἐγώνγα· μηδ’ αὖ πλαδδίη. (990) Κι. τί δ’ ἐστί σοι τοδί; Κη. σκυτάλα Λακωνικά. (991,bis) Κι. εἴπερ γε, χαὔτη ’στὶ σκυτάλη Λακωνική. (992) ἀλλ’ ὡς πρὸς εἰδότα με σὺ τἀληθῆ λέγε. τί τὰ πράγμαθ’ ὑμῖν ἐστι τἀν Λακεδαίμονι; Κη. ὀρσὰ Λακεδαίμων πᾶἁ καὶ τοὶ συμμάχοι (995) ἅπαντες ἐστύκαντι· Παλλάνας δὲ δεῖ. Κι. ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν; ἀπὸ Πανός; Κη. οὔκ, ἀλλ’ ἆρξε μέν, οἰῶ, Λαμπιτώ, (998,bis) ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἁμᾶ (999) γυναῖκες ἇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος (1000) ἀπηλάἁν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. @1 Κι. πῶς οὖν ἔχετε; Κη. μογίομες· ἂν γὰρ τὰν πόλιν (1002,bis) ἇπερ λυχνοφορίοντες ἐπικεκύφαμες. (1003) ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγῆν ἐῶντι, πρίν χ’ ἅπαντες ἐξ ἑνὸς λόγω (1005) σπονδὰς ποιηὥμεσθα ποττὰν Ἑλλάδα. Κι. τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω. ἀλλ’ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν πρέσβεις ἀποπέμπειν αὐτοκράτορας ἐνθαδί. (1010) ἐγὼ δ’ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί. Κη. ποτάὁμαι· κράτιστα γὰρ παντᾷ λέγεις. 1076-1105 ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΠΡΕΣΒΕΥΤΗΣ τί δεῖ ποθ’ ὑμὲ πολλὰ μυσίδδην ἔπη; ὁρῆν γὰρ ἔξεσθ’ ὡς ἔχοντες ἵκομες. Χο. βαβαί· νενεύρωται μὲν ἥδ’ <ἡ> συμφορὰ δεινῶς τεθερμῶσθαί τε χεῖρον φαίνεται. Λα. ἄφατα. τί κα λέγοι τις; ἀλλ’ ὁπᾷ σέλει (1080) παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω. Χο. καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων θαἰμάτι’ ἀποστέλλοντας· ὥστε φαίνεται ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος. (1085) ΑΘΗΝΑΙΩΝ ΠΡΕΣΒΕΥΤΗΣ τίς ἂν φράσειε ποῦ ’στιν ἡ Λυσιστράτη; ὡς ἅνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί. Χο. αὕτη ξυνᾴδει θἠτέρᾳ ταύτῃ νόσος. ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει; Αθ. μὰ Δί’ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα. (1090) ὥστ’ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ, οὐκ ἔσθ’ ὅπως οὐ Κλεισθένη βινήσομεν. Χο. εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ’, ὅπως τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται. Αθ. νὴ τὸν Δί’ εὖ μέντοι λέγεις. (1095) Λα. ναὶ τὼ σιὼ @1 (1095,bis) παντᾷ γα. φέρε τὸ Ϝέσθος ἀμβαλώμεθα. (1096) Αθ. ὢ χαίρετ’, ὦ Λάκωνες· αἰσχρά γ’ ἐπάθομεν. Λα. ὦ πολυχαρείδα, δεινά γ’ αὖ πεπόνθαμες, αἰκ ἐϜίδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως. Αθ. ἄγε δή, Λάκωνες, αὔθ’ ἕκαστα χρὴ λέγειν. (1100) ἐπὶ τί πάρεστε δεῦρο; Λα. περὶ διαλλαγᾶν (1101,bis) πρέσβης. (1102) Αθ. καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί. (1102,bis) τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράτην, (1103) ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη; Λα. ναὶ τὼ σιώ, καἰ λῆτε, τὸν Λυἵστρατον. (1105) Thesmophoriazousae 266-294 Ευ. ἀνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ τό γ’ εἶδος· ἢν λαλῇς δ’, ὅπως τῷ φθέγματι γυναικιεῖς εὖ καὶ πιθανῶς. Κη. πειράσομαι. (268,bis) Top of Form 1 Bottom of Form 1 Top of Form 2 Ευ. βάδιζε τοίνυν. (269) Κη. μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ (269,bis) ὀμόσῃς ἐμοί— (270) Ευ. τί χρῆμα; (270,bis) Κη. συσσώσειν ἐμὲ (270,ter) πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν. (271) Ευ. ὄμνυμι τοίνυν αἰθέρ’, οἴκησιν Διός. Κη. τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν; Ευ. ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς. Κη. μέμνησο τοίνυν ταῦθ’, ὅτι ἡ φρὴν ὤμοσεν, (275) ἡ γλῶττα δ’ οὐκ ὀμώμοκ’, οὐδ’ ὥρκωσ’ ἐγώ. Ευ. ἔα· σπεῦδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας σημεῖον ἐν τῷ Θεσμοφορίῳ φαίνεται. ἐγὼ δ’ ἄπειμι. Κη. δεῦρό νυν, ὦ Θρᾷτθ’, ἕπου. (279,bis) ὦ Θρᾷττα, θέασαι, καομένων τῶν λαμπάδων (280) ὅσον τὸ χρῆμ’ ἀνέρχεθ’ ὑπὸ τῆς λιγνύος. ἀλλ’, ὦ περικαλλεῖ Θεσμοφόρω, δέξασθέ με ἀγαθῇ τύχῃ καὶ δεῦρο <καὶ> πάλιν οἴκαδε. @1 ὦ Θρᾷττα, τὴν κίστην κάθελε, κᾆτ’ ἔξελε τὰ πόπαν’, ὅπως λαβοῦσα θύσω ταῖν θεαῖν. (285) δέσποινα πολυτίμητε Δήμητερ φίλη καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι θύειν ἔχουσαν, εἰ δὲ μή, ἀλλὰ νῦν λαθεῖν. καὶ τὴν θυγατέρα Χοιρίον ἀνδρός μοι τυχεῖν πλουτοῦντος, ἄλλως δ’ ἠλιθίου κἀβελτέρου, (290) καὶ Ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας. ποῦ ποῦ καθίζωμ’ ἐν καλῷ, τῶν ῥητόρων ἵν’ ἐξακούω; σὺ δ’ ἄπιθ’, ὦ Θρᾷττ’, ἐκποδών. δούλοις γὰρ οὐκ ἔξεστ’ ἀκούειν τῶν λόγων. 582-642 Κο. τί δ’ ἐστίν, ὦ παῖ; παῖδα γάρ σ’ εἰκὸς καλεῖν, ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς. Κλ. Εὐριπίδην φάσ’ ἄνδρα κηδεστήν τινα αὑτοῦ γέροντα δεῦρ’ ἀναπέμψαι τήμερον. (585) Κο. πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν; Κλ. ἵν’ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν, ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος. Κο. καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ; Κλ. ἄφευσεν αὐτὸν κἀπέτιλ’ Εὐριπίδης (590) καὶ τἄλλ’ ἅπανθ’ ὥσπερ γυναῖκ’ ἐσκεύασεν. Κη. πείθεσθε τούτῳ ταῦτα; τίς δ’ οὕτως ἀνὴρ ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο; οὐκ οἴομαι ’γωγ’, ὦ πολυτιμήτω θεώ. Κλ. ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν, (595) εἰ μὴ ’πεπύσμην ταῦτα τῶν σάφ’ εἰδότων. Κο. τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται. ἀλλ’, ὦ γυναῖκες, οὐκ ἐλινύειν ἐχρῆν, ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος. (600) καὶ σὺ ξυνέξευρ’ αὐτόν, ὡς ἂν τὴν χάριν ταύτην τε κἀκείνην ἔχῃς, ὦ πρόξενε. Κλ. φέρ’ ἴδω, τίς ἡ πρώτη σύ; Κη. ποῖ τις τρέψεται; (603,bis) Μι. ἔμ’ ἥτις <εἴμ’> ἤρου; Κλεωνύμου γυνή. (605) Κλ. γιγνώσκεθ’ ὑμεῖς ἥτις ἔσθ’ ἡδὶ γυνή; Κο. γιγνώσκομεν δῆτ’· ἀλλὰ τὰς ἄλλας ἄθρει. Κλ. ζητητέαι γάρ ἐστε. (604) Κη. κακοδαίμων ἐγώ. @1 (604,bis) Κλ. ἡδὶ δὲ δὴ τίς ἐστιν, ἡ τὸ παιδίον (608) ἔχουσα; Μι. τίτθη νὴ Δί’ ἐμή. (609,bis) Κη. διοίχομαι. (609,ter) Κλ. αὕτη σύ, ποῖ στρέφει; μέν’ αὐτοῦ. τί τὸ κακόν; (610) Κη. ἔασον οὐρῆσαί μ’. ἀναίσχυντός <τις> εἶ. Κλ. σὺ δ’ οὖν ποίει τοῦτ’. ἀναμενῶ γὰρ ἐνθάδε. Κο. ἀνάμενε δῆτα καὶ σκόπει γ’ αὐτὴν σφόδρα· μόνην γὰρ αὐτήν, ὦνερ, οὐ γιγνώσκομεν. Κλ. πολύν γε χρόνον οὐρεῖς σύ. (615) Κη. νὴ Δί’, ὦ μέλε, (615,bis) στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα. (616) Κλ. τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρ’ ὡς ἐμέ; Κη. τί δῆτά μ’ ἕλκεις ἀσθενοῦσαν; Κλ. εἰπέ μοι, (618,bis) τίς ἐστ’ ἀνήρ σοι; (619) Κη. τὸν ἐμὸν ἄνδρα πυνθάνει; (619,bis) τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν; (620) Κλ. τὸν δεῖνα; ποῖον; Κη. ἔσθ’ ὁ δεῖν’, ὃς καί ποτε (621,bis) τὸν δεῖνα, τὸν τοῦ δεῖνα— (622) Κλ. ληρεῖν μοι δοκεῖς. (622,bis) ἀνῆλθες ἤδη δεῦρο πρότερον; (623) Κη. νὴ Δία (623,bis) ὁσέτη γε. (624) Κλ. καὶ τίς σοὐστὶ συσκηνήτρια; (624,bis) Κη. ἡ δεῖν’ ἔμοιγ’. (625) Κλ. οἴμοι τάλας. οὐδὲν λέγεις. (625,bis) Μι. ἄπελθ’. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς (626) ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δ’ ἀπόστηθί μοι, @1 ἵνα μὴ ’πακούσῃς ὢν ἀνήρ. σὺ δ’ εἰπέ μοι ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο. Κη. φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν. (630) Μι. τί δὲ μετὰ τοῦτο δεύτερον; Κη. προὐπίνομεν. (631,bis) Μι. ταυτὶ μὲν ἤκουσάς τινος. τί δαὶ τρίτον; (632) Κη. σκάφιον Ξένυλλ’ ᾔτησεν· οὐ γὰρ ἦν ἁμίς. Μι. οὐδὲν λέγεις. δεῦρ’ ἐλθέ, δεῦρ’, ὦ Κλείσθενες. ὅδ’ ἐστὶν ἁνὴρ ὃν λέγεις. (635) Κλ. τί οὖν ποιῶ; (635,bis) Μι. ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει. (636) Κη. κἄπειτ’ ἀποδύσετ’ ἐννέα παίδων μητέρα; Κλ. χάλα ταχέως τὸ στρόφιον, ὦναίσχυντε σύ. Μι. ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά· καὶ νὴ Δία τιτθούς γ’ ὥσπερ ἡμεῖς οὐκ ἔχει. (640) Κη. στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε. Μι. νυνδὴ δὲ μήτηρ ἦσθα παίδων ἐννέα. 1001-1007 ΤΟΞΟΤΗΣ ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν. Κη. ὦ τοξόθ’, ἱκετεύω σε. Το. μή μ’ ἰκετεῦσι σύ. (1002,bis) Κη. χάλασον τὸν ἧλον. (1003) Το. ἀλλὰ ταῦτα δρᾶσ’ ἐγώ. (1003,bis) Κη. οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε. (1004) Το. ἔτι μᾶλλο βοῦλις; (1005) Κη. ἀτταταῖ ἰατταταῖ· (1005,bis) κακῶς ἀπόλοιο. (1006) Το. σῖγα, κακοδαίμων γέρον. (1006,bis) πέρ’, ἐγὼ ’ξινίγκι πορμός, ἴνα πυλάξι σοι. (1007) 1081-1135 Κη. ὀτότυζ’. (1081-82,ter) Ηχ. ὀτότυζ’. (1081-82,quat) Το. οὖτος, τί λαλῖς; (1083) Ηχ. οὖτος, τί λαλῖς; (1083,bis) Το. πρυτάνεις καλέσω. (1084) Ηχ. πρυτάνεις καλέσω. (1084,bis) Το. τί κακόν; (1085) Ηχ. τί κακόν; (1085,bis) Το. πῶτε τὸ πωνή; (1086) Ηχ. πῶτε τὸ πωνή; (1086,bis) Το. σὺ λαλῖς; (1087) Ηχ. σὺ λαλῖς; (1087,bis) Το. κλαύσαι. (1088) Ηχ. κλαύσαι. (1088,bis) Το. κἀκκάσκι<ς> μοι; (1089) Ηχ. κἀκκάσκι<ς> μοι; (1089,bis) Κη. μὰ Δί’, ἀλλὰ γυνὴ πλησίον αὕτη. (1090) Ηχ. πλησίον αὕτη. Το. ποῦ ’στ’ ἠ μιαρά; Κη. καὶ δὴ φεύγει. (1092,bis) Το. ποῖ ποῖ πεύγεις; <οὐ καιρήσεις.> (1093) Ηχ. οὐκ αἰρήσεις. Το. ἔτι γὰρ γρύζεις; (1095) Ηχ. ἔτι γὰρ γρύζεις; (1095,bis) Το. λαβὲ τὴ μιαρά. (1096) Ηχ. λαβὲ τὴ μιαρά. (1096,bis) Το. λάλο καὶ κατάρατο γύναικο. @1 (1097) Ευ. ὦ θεοί, τίν’ ἐς γῆν βαρβάρων ἀφίγμεθα ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον (1100) Περσεὺς πρὸς Ἄργος ναυστολῶν, τὸ Γοργόνος κάρα κομίζων. Το. τί λέγι; τὴ Γόργος πέρι (1102,bis) τὸ γραμματέο σὺ τὴ κεπαλή; (1103) Ευ. τὴν Γοργόνος (1103,bis) ἔγωγε φημί. (1104) Το. Γόργο τοι κἀγὼ λέγι. (1104,bis) Ευ. ἔα· τιν’ ὄχθον τόνδ’ ὁρῶ καὶ παρθένον (1105) θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην; Κη. ὦ ξένε, κατοίκτιρόν με τὴν παναθλίαν, λῦσόν με δεσμῶν. Το. οὐκὶ μὴ λαλῆσι σύ; (1108,bis) κατάρατο, τολμᾷς ἀποτανουμένη λαλῆς; (1109) Ευ. ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν. (1110) Το. οὐ παρτέν’ ἐστίν, ἀλλ’ ἀμαρτωλὴ γέρων καὶ κλέπτο καὶ πανοῦργο. Ευ. ληρεῖς, ὦ Σκύθα. (1112,bis) αὕτη γάρ ἐστιν Ἀνδρομέδα, παῖς Κηφέως. (1113) Το. σκέψαι τὸ κύστο· μή τι μικρὸν παίνεται; Ευ. φέρε δεῦρό μοι τὴν χεῖρ’, ἵν’ ἅψωμαι κόρης· (1115) φέρε, Σκύθ’· ἀνθρώποισι γὰρ νοσήματα ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης ταύτης ἔρως εἵληφεν. Το. οὐ ζηλῶσί σε· (1118,bis) ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον, @1 (1119) οὐκ ἐπτόνησά σ’ αὐτὸ πυγίζεις ἄγων. (1120) Ευ. τί δ’ οὐκ ἐᾷς λύσαντά μ’ αὐτήν, ὦ Σκύθα, πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος; Το. εἰ σπόδρ’ ἐπιτυμεῖς τὴ γέροντο πύγισο, τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον. Ευ. μὰ Δί’, ἀλλὰ λύσω δεσμά. (1125) Το. μαστιγῶσ’ ἄρα. (1125,bis) Ευ. καὶ μὴν ποιήσω τοῦτο. (1126) Το. τὸ κεπαλή σ’ ἄρα (1126,bis) τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοΐ. (1127) Ευ. αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους; ἀλλ’ οὐκ ἂν <ἐν>δέξαιτο βάρβαρος φύσις. σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ (1130) μάτην ἀναλίσκοις ἄν. ἀλλ’ ἄλλην τινὰ τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον. Το. μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι. Κη. μέμνησο, Περσεῦ, μ’ ὡς καταλείπεις ἀθλίαν. Το. ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν; (1135) Ecclesiazousae 57-166 Πρ. κάθησθε τοίνυν, ὡς <ἂν> ἀνέρωμαι τάδε ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ, ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε. Γυ. α. ἔγωγε. πρῶτον μέν γ’ ἔχω τὰς μασχάλας (60) λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον· ἔπειθ’ ὁπόθ’ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου ἀλειψαμένη τὸ σῶμ’ ὅλον δι’ ἡμέρας ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον. Γυ. β. κἄγωγε· τὸ ξυρὸν δέ γ’ ἐκ τῆς οἰκίας @1 (65) ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής. Πρ. ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ’ ἔχειν πάσαισιν ὑμῖν, ὁπότε συλλεγοίμεθα; Γυ. α. νὴ τὴν Ἑκάτην, καλόν γ’ ἔγωγε τουτονί. (70) Γυ. β. κἄγωγ’ Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα. Πρ. ὑμεῖς δὲ τί φατε; Γυ. α. φασί· κατανεύουσι γοῦν. (72,bis) Πρ. καὶ μὴν τά γ’ ἄλλ’ ὑμῖν ὁρῶ πεπραγμένα. (73) Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν. (75) Γυ. α. ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ. Γυ. β. †τοῦτ’ ἔστ’ ἐκεῖνο τῶν σκυτάλων ὧν πέρδεται. Πρ. νὴ τὸν Δία τὸν σωτῆρ’, ἐπιτήδειός γ’ ἂν ἦν τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος (80) εἴπερ τις ἄλλος βουκολεῖν τὸν δήμιον. ἀλλ’ ἄγεθ’ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν, ἕως ἔτ’ ἔστιν ἄστρα κατὰ τὸν οὐρανόν· ἡκκλησία δ’, εἰς ἣν παρεσκευάσμεθα ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται. (85) Γυ. α. νὴ τὸν Δί’, ὥστε δεῖ γε καταλαβεῖν ἕδρας ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ. Γυ. β. ταυτί γέ τοι νὴ τὸν Δί’ ἐφερόμην, ἵνα πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας. Πρ. πληρουμένης τάλαινα; (90) Γυ. β. νὴ τὴν Ἄρτεμιν (90,bis) ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἅμα @1 (91) ξαίνουσα; γυμνὰ δ’ ἐστί μου τὰ παιδία. Πρ. ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει. οὔκουν καλά γ’ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι (95) ὁ δῆμος ὢν κἄπειθ’ ὑπερβαίνουσά τις ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον; ἢν δ’ ἐγκαθιζώμεσθα πρότεραι, λήσομεν ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε ὅταν καθῶμεν ὃν περιδησόμεσθ’ ἐκεῖ, (100) τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ’ ὁρῶν; Γυ. α. Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων’ ἔχων λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή· νυνὶ δ’—ὁρᾷς; —πράττει τὰ μέγιστ’ ἐν τῇ πόλει. Πρ. τούτου γέ τοι, νὴ τὴν ἐπιοῦσαν ἡμέραν, (105) τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα, ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ’ ἐλαύνομεν. Γυ. α. καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία (110) δημηγορήσει; Πρ. πολὺ μὲν οὖν ἄριστά που. (111,bis) λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι (112) πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν· ἡμῖν δ’ ὑπάρχει τοῦτο κατὰ τύχην τινά. Γυ. α. οὐκ οἶδα· δεινὸν δ’ ἐστὶν ἡ μὴ ’μπειρία. (115) Πρ. οὔκουν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε, ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν; οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη ἅλλαι θ’ ὅσαι λαλεῖν μεμελετήκασί που. @1 Γυ. β. τίς δ’, ὦ μέλ’, ἡμῶν οὐ λαλεῖν ἐπίσταται; (120) Πρ. ἴθι δὴ σύ, περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ. ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι καὐτὴ μεθ’ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν. Γυ. β. δεῦρ’, ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι, τάλαν, ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται. (125) Πρ. πῶς καταγέλαστον; Γυ. β. ὥσπερ εἴ τις σηπίαις (126,bis) πώγωνα περιδήσειεν ἐσταθευμέναις. (127) Πρ. ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν. πάριτ’ εἰς τὸ πρόσθεν. Ἀρίφραδες, παῦσαι λαλῶν. κάθιζε παριών. τίς ἀγορεύειν βούλεται; (130) Γυ. β. ἐγώ. Πρ. περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ. (131,bis) Γυ. β. ἰδού. (132) Πρ. λέγοις ἄν. (132,bis) Γυ. β. εἶτα πρὶν πιεῖν λέγω; (132,ter) Πρ. ἰδοὺ πιεῖν. (133) Πρ. ἰδοὺ πιεῖν. (133) Γυ. β. τί γάρ, ὦ μέλ’, ἐστεφανωσάμην; (133,bis) Πρ. ἄπιθ’ ἐκποδών· τοιαῦτ’ ἂν ἡμᾶς ἠργάσω (134) κἀκεῖ. (135) Γυ. β. τί δ’; οὐ πίνουσι κἀν τἠκκλησίᾳ; (135,bis) Πρ. ἰδού γέ σοι πίνουσι. (136) Γυ. β. νὴ τὴν Ἄρτεμιν, (136,bis) καὶ ταῦτά γ’ εὔζωρον. τὰ γοῦν βουλεύματα (137) αὐτῶν, ὅσ’ ἂν πράξωσιν ἐνθυμουμένοις, ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα. καὶ νὴ Δία σπένδουσί γ’· ἢ τίνος χάριν (140) τοσαῦτ’ ἂν ηὔχοντ’, εἴπερ οἶνος μὴ παρῆν; καὶ λοιδοροῦνταί γ’ ὥσπερ ἐμπεπωκότες, @1 καὶ τὸν παροινοῦντ’ ἐκφέρουσ’ οἱ τοξόται. Πρ. σὺ μὲν βάδιζε καὶ κάθησ’· οὐδὲν γὰρ εἶ. Γυ. β. νὴ τὸν Δί’, ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν· (145) δίψει γάρ, ὡς ἔοικ’, ἀφαυανθήσομαι. Πρ. ἔσθ’ ἥτις ἑτέρα βούλεται λέγειν; Γυ. α. ἐγώ. (147,bis) Πρ. ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμ’ ἐργαστέον. (148) ἄγε νυν, ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς, διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ. (150) Γυ. α. ἐβουλόμην μὲν ἕτερον ἂν τῶν ἠθάδων λέγειν τὰ βέλτισθ’, ἵν’ ἐκαθήμην ἥσυχος· νῦν δ’ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν †μίαν, ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ, μὰ τὼ θεώ. (155) Πρ. μὰ τὼ θεώ; τάλαινα, ποῦ τὸν νοῦν ἔχεις; Γυ. α. τί δ’ ἐστίν; οὐ γὰρ δὴ πιεῖν γ’ ᾔτησά σε. Πρ. μὰ Δί’, ἀλλ’ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας, καίτοι τά γ’ ἄλλ’ εἰποῦσα δεξιώτατα. Γυ. α. ὢ νὴ τὸν Ἀπόλλω— (160) Πρ. παῦε τοίνυν, ὡς ἐγὼ (160,bis) ἐκκλησιάσουσ’ οὐκ ἂν προβαίην τὸν πόδα (161) τὸν ἕτερον, εἰ μὴ ταῦτ’ ἀκριβωθήσεται. Γυ. β. φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν. οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς. ἐμοὶ γάρ, ὦ γυναῖκες αἱ καθήμεναι— (165) Πρ. γυναῖκας αὖ, δύστηνε, τοὺς ἄνδρας λέγεις; @1 517-570 Πρ. περιμείνατε νῦν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχειροτόνημαι, ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε. Βλ. αὕτη, πόθεν ἥκεις, Πραξαγόρα; (520) Πρ. τί δ’, ὦ μέλε, (520,bis) σοὶ τοῦθ’; (521) Βλ. ὅ τί μοι τοῦτ’ ἐστίν; ὡς εὐηθικῶς. (521,bis) Πρ. οὔτοι παρά του μοιχοῦ γε φήσεις. (522) Βλ. οὐκ ἴσως (522,bis) ἑνός γε. (523) Πρ. καὶ μὴν βασανίσαι τουτί γέ σοι (523,bis) ἔξεστι. (524) Βλ. πῶς; (524,bis) Πρ. εἰ τῆς κεφαλῆς ὄζω μύρου. (524,ter) Βλ. τί δ’; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου; (525) Πρ. οὐ δῆτα, τάλαν, ἔγωγε. Βλ. πῶς οὖν ὄρθριον (526,bis) ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου; (527) Πρ. γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη μετεπέμψατ’ ὠδίνουσα. Βλ. κᾆτ’ οὐκ ἦν ἐμοὶ (529,bis) φράσασαν ἰέναι; (530) Πρ. τῆς λεχοῦς δ’ οὐ φροντίσαι @1 (530,bis) οὕτως ἐχούσης, ὦνερ; (531) Βλ. εἰποῦσάν γ’ ἐμοί. (531,bis) ἀλλ’ ἔστιν ἐνταῦθά τι κακόν. (532) Πρ. μὰ τὼ θεώ, (532,bis) ἀλλ’ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ (533) ἥπερ μεθῆκέ μ’ ἐξιέναι πάσῃ τέχνῃ. Βλ. εἶτ’ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σ’ ἔχειν; (535) ἀλλ’ ἔμ’ ἀποδύσασ’, ἐπιβαλοῦσα τοὔγκυκλον, ᾤχου καταλιποῦσ’ ὡσπερεὶ προκείμενον, μόνον οὐ στεφανώσασ’ οὐδ’ ἐπιθεῖσα λήκυθον. Πρ. ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής· ἔπειθ’, ἵν’ ἀλεαίνοιμι, τοῦτ’ ἠμπεσχόμην· (540) σὲ δ’ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν κατέλιπον, ὦνερ. Βλ. αἱ δὲ δὴ Λακωνικαὶ (542,bis) ᾤχοντο μετά σου κατὰ τί χἠ βακτηρία; (543) Πρ. ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην, μιμουμένη σὲ καὶ κτυποῦσα τοῖν ποδοῖν (545) καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ. Βλ. οἶσθ’ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα, ὃν χρῆν ἔμ’ ἐξ ἐκκλησίας εἱληφέναι; Πρ. μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον. Βλ. ἡκκλησία; (550) Πρ. μὰ Δί’, ἀλλ’ ἐφ’ ἣν ἐγᾠχόμην. (550,bis) ἀτὰρ γεγένηται; (551) Βλ. ναὶ μὰ Δί’. οὐκ ᾔδησθά με (551,bis) φράσαντά σοι χθές; (552) Πρ. ἄρτι γ’ ἀναμιμνῄσκομαι. (552,bis) Βλ. οὐδ’ ἄρα τὰ δόξαντ’ οἶσθα; (553) Πρ. μὰ Δί’, ἐγὼ μὲν οὔ. @1 (553,bis) Βλ. κάθησο τοίνυν σηπίας μασωμένη. (554) ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν. (555) Πρ. τί δρᾶν; ὑφαίνειν; Βλ. οὐ μὰ Δί’, ἀλλ’ ἄρχειν. (556,bis) Πρ. τίνων; (556,ter) Βλ. ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων. (557) Πρ. νὴ τὴν Ἀφροδίτην, μακαρία γ’ ἄρ’ ἡ πόλις ἔσται τὸ λοιπόν. Βλ. κατὰ τί; (559,bis) Πρ. πολλῶν οὕνεκα. (559,ter) οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν (560) ἔσται τὸ λοιπόν <– ⏑ – × – ⏑ –> (560b) <× – ⏑ – ×> †οὐδαμοῦ δὲ† μαρτυρεῖν, (561) οὐ συκοφαντεῖν— Βλ. μηδαμῶς πρὸς τῶν θεῶν (562,bis) τουτὶ ποιήσῃς μηδ’ ἀφέλῃ μου τὸν βίον. (563) Γε. ὦ δαιμόνι’ ἀνδρῶν, τὴν γυναῖκ’ ἔα λέγειν. Πρ. μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον, (565) μὴ γυμνὸν εἶναι, μὴ πένητα μηδένα, μὴ λοιδορεῖσθαι, μὴ ’νεχυραζόμενον φέρειν. Γε. νὴ τὸν Ποσειδῶ μεγάλα γ’, εἰ μὴ ψεύσεται. Πρ. ἀλλ’ ἀποφανῶ τοῦθ’, ὥστε σέ τέ μοι μαρτυρεῖν καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοί. (570) 877-917 ΓΡΑΥΣ Αʹ τί ποθ’ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ’ ἦν πάλαι· (877) ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος, @1 (880) παίζουσα. πῶς ἂν περιλάβοιμ’ αὐτῶν τινὰ παριόντα; Μοῦσαι, δεῦρ’ ἴτ’ ἐπὶ τοὐμὸν στόμα, μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν. ΚΟΡΗ νῦν μέν με παρακύψασα προὔφθης, ὦ σαπρά. ᾤου δ’ ἐρήμας, οὐ παρούσης ἐνθάδε (885) ἐμοῦ, τρυγήσειν καὶ προσάξεσθαί τινα ᾄδουσ’· ἐγὼ δ’, ἢν τοῦτο δρᾷς, ἀντᾴσομαι. κεἰ γὰρ δι’ ὄχλου τοῦτ’ ἐστὶ τοῖς θεωμένοις, ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν. Γρ. α. τούτῳ διαλέγου κἀποχώρησον· σὺ δέ, (890) φιλοττάριον αὐλητά, τοὺς αὐλοὺς λαβὼν ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος. εἴ τις ἀγαθὸν βούλεται παθεῖν τι, παρ’ ἐμοὶ χρὴ καθεύδειν. (893-94) οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν, ἀλλ’ ἐν ταῖς πεπείροις. (895) οὐδέ τἂν στέργειν τις ἐθέλοι μᾶλλον ἢ ’γὼ τὸν φίλον ᾧπερ ξυνείην, ἀλλ’ ἐφ’ ἕτερον ἂν πέτοιτο— (898-99) Κο. μὴ φθόνει ταῖς νέαισι· (900) τὸ τρυφερὸν γὰρ ἐμπέφυκε τοῖς ἁπαλοῖσι μηροῖς, κἀπὶ τοῖς μήλοις ἐπαν- @1 θεῖ· σὺ δ’, ὦ γραῦ, παραλέλεξαι κἀντέτριψαι τῷ Θανάτῳ μέλημα. (905) Γρ. α. ἐκπέσοι σου τὸ τρῆμα τό τ’ ἐπίκλιντρον ἀποβάλοιο βουλομένη σποδεῖσθαι. κἀπὶ τῆς κλίνης ὄφιν <– ⏑> εὕροις καὶ προσελκύσαιο <– ⏓>, (909) βουλομένη φιλῆσαι. (910) Κο. αἰαῖ, τί ποτε πείσομαι; (910) οὐχ ἥκει μοὐταῖρος· μόνη δ’ αὐτοῦ λείπομ’· ἡ γάρ μοι μήτηρ ἄλλῃ βέβηκε. καὶ τἄλλα <μ’> οὐδὲν <τὰ> μετὰ ταῦτα δεῖ λέγειν. ἀλλ’, ὦ μαῖ’, ἱκετεύομαι, (915) κάλει τὸν Ὀρθαγόραν, σεαυτῆς οὕτως κατόναι’, ἀντιβολῶ σε. 1035-1110 Επ. νὴ τὸν Δί’, ἤνπερ ᾖ γέ που τῶν κηρίνων· (1035) οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σ’ αὐτίκα. Κο. ποῖ τοῦτον ἕλκεις; Γρ. α. εἰς ἐμαυτῆς εἰσάγω. (1037,bis) Κο. οὐ σωφρονοῦσά γ’· οὐ γὰρ ἡλικίαν ἔχει (1038) παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή. (1040) ὥστ’ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον, τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε. Γρ. α. ὦ παμβδελυρά, φθονοῦσα τόνδε τὸν λόγον ἐξηῦρες· ἀλλ’ ἐγώ σε τιμωρήσομαι. Επ. νὴ τὸν Δία τὸν σωτῆρα, κεχάρισαί γέ μοι, (1045) ὦ γλυκύτατον, τὴν γραῦν ἀπαλλάξασά μου· ὥστ’ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν. ΓΡΑΥΣ Βʹ αὕτη σύ, ποῖ τονδὶ παραβᾶσα τὸν νόμον ἕλκεις, παρ’ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων (1050) πρότερον καθεύδειν αὐτόν; Επ. οἴμοι δείλαιος. (1051,bis) πόθεν ἐξέκυψας, ὦ κάκιστ’ ἀπολουμένη; (1052) τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον. Γρ. β. βάδιζε δεῦρο. (1054) Επ. μηδαμῶς με περιίδῃς @1 (1054,bis) ἑλκόμενον ὑπὸ τῆσδ’, ἀντιβολῶ σ’. (1055) Γρ. β. ἀλλ’ οὐκ ἐγώ, (1055,bis) ἀλλ’ ὁ νόμος ἕλκει σ’. (1056) Επ. οὐκ ἐμέ γ’, ἀλλ’ Ἔμπουσά τις, (1056,bis) ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη. (1057) Γρ. β. ἕπου, μαλακίων, δεῦρ’ ἁνύσας καὶ μὴ λάλει. Επ. ἴθι νυν, ἔασον εἰς ἄφοδον πρώτιστά με ἐλθόντ’ ἀναθαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή, (1060) αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ’ αὐτίκα ὑπὸ τοῦ δέους. Γρ. β. θάρρει, βάδιζ’· ἔνδον χεσεῖ. (1062,bis) Επ. δέδοικα κἀγὼ μὴ πλέον γ’ ἢ βούλομαι. (1063) ἀλλ’ ἐγγυητάς σοι καταστήσω δύο ἀξιόχρεως. (1065) Γρ. β. μή μοι καθίστη. (1065,bis) ΓΡΑΥΣ Γʹ ποῖ σύ, ποῖ (1065,ter) χωρεῖς μετὰ ταύτης; (1066) Επ. οὐκ ἔγωγ’, ἀλλ’ ἕλκομαι. (1066,bis) ἀτὰρ ἥτις εἶ γε, πόλλ’ ἀγαθὰ γένοιτό σοι, (1067) ὅτι μ’ οὐ περιεῖδες ἐπιτριβέντ’. ὦ Ἡράκλεις, ὦ Πᾶνες, ὦ Κορύβαντες, ὦ Διοσκόρω, τοῦτ’ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον. (1070) ἀτὰρ τί τὸ πρᾶγμ’ ἔστ’, ἀντιβολῶ, τουτί ποτε; πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων; Γρ. γ. μὴ σκῶπτέ μ’, ἀλλὰ δεῦρ’ ἕπου. Γρ. β. δευρὶ μὲν οὖν. @1 (1074,bis) Γρ. γ. ὡς οὐκ ἀφήσω σ’ οὐδέποτ’. (1075) Γρ. β. οὐδὲ μὴν ἐγώ. (1075,bis) Επ. διασπάσεσθέ μ’, ὦ κακῶς ἀπολούμεναι. (1076) Γρ. β. ἐμοὶ γὰρ ἀκολουθεῖν σε δεῖ κατὰ τὸν νόμον. Γρ. γ. οὔκ, ἢν ἑτέρα γε γραῦς ἔτ’ αἰσχίων φανῇ. Επ. ἢν οὖν ὑφ’ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς, φέρε, πῶς ἐπ’ ἐκείνην τὴν καλὴν ἀφίξομαι; (1080) Γρ. β. αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον. Επ. ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ; Γρ. γ. οὐκ οἶσθα; βαδιεῖ δεῦρ’. Επ. ἀφέτω νύν μ’ αὑτηί. (1083,bis) Γρ. β. δευρὶ μὲν οὖν ἴθ’ ὡς ἔμ’. (1084) Επ. ἤν γ’ ἡδί μ’ ἀφῇ. (1084,bis) Γρ. γ. ἀλλ’ οὐκ ἀφήσω μὰ Δία σ’. (1085) Γρ. β. οὐδὲ μὴν ἐγώ. (1085,bis) Επ. χαλεπαί γ’ ἂν ἦστε γενόμεναι πορθμῆς. (1086) Γρ. γ. τιή; (1086,bis) Επ. ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε. (1087) Γρ. β. σιγῇ βάδιζε δεῦρο. Γρ. γ. μὰ Δί’, ἀλλ’ ὡς ἐμέ. (1088,bis) Επ. τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς (1089) ψήφισμα· βινεῖν δεῖ με διαλελημμένον. (1090) πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι; Γρ. β. καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν. Επ. οἴμοι κακοδαίμων· ἐγγὺς ἤδη τῆς θύρας ἑλκόμενός εἰμ’. Γρ. β. ἀλλ’ οὐδὲν ἔσται σοι πλέον. (1094,bis) ξυνεισπεσοῦμαι γὰρ μετά σου. (1095) Επ. μή, πρὸς θεῶν· @1 (1095,bis) ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν. (1096) Γρ. γ. νὴ τὴν Ἑκάτην, ἐάν τε βούλῃ γ’ ἤν τε μή. Επ. ὢ τρισκακοδαίμων, εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὁλὴν τὴν νύκτα καὶ τὴν ἡμέραν, κἄπειτ’ ἐπειδὰν τῆσδ’ ἀπαλλαγῶ, πάλιν (1100) φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις. ἆρ’ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν νὴ τὸν Δία τὸν σωτῆρ’ ἀνὴρ καὶ δυστυχής, ὅστις τοιούτοις θηρίοις συνείρξομαι. ὅμως δ’ ἐάν τι πολλὰ πολλάκις πάθω (1105) ὑπὸ ταῖνδε ταῖν κασαλβάδοιν δεῦρ’ εἰσπλέων, θάψαι μ’ ἐπ’ αὐτῷ τῷ στόματι τῆς εἰσβολῆς, καὶ τήνδ’ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος ζῶσαν καταπιττώσαντες, εἶτα τὼ πόδε μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ (1110) ἄνω ’πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου. Acharnes 729-811 ΜΕΓΑΡΕΥΣ ἀγορὰ ’ν Ἀθάναις, χαῖρε, Μεγαρεῦσιν φίλα. ἐπόθουν τυ, ναὶ τὸν φίλιον, ᾇπερ ματέρα. (730) ἀλλ’, ὦ πόνηρα κορίχι’ ἀθλίου πατρός, @1 ἄμβατε ποττὰν μάδδαν, αἴ χ’ εὕρητέ πᾳ. ἀκούετε δή, ποτέχετ’ ἐμὶν τὰν γαστέρα· πότερα πεπρᾶσθαι χρῄδδετ’ ἢ πεινῆν κακῶς; ΚΟΡΑ πεπρᾶσθαι πεπρᾶσθαι. (735) Με. ἐγώνγα καὐτός φαμι. τίς δ’ οὕτως ἄνους ὃς ὑμέ κα πρίαιτο, φανερὰν ζαμίαν; ἀλλ’ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά, χοίρους γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν. περίθεσθε τάσδε τὰς ὁπλὰς τὼς χοιρία. (740) ὅπως δὲ δοξεῖτ’ ἦμεν ἐξ ἀγαθᾶς ὑός· ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτ’ οἴκαδις ἄπρατα, πειρασεῖσθε τᾶς λιμοῦ κακῶς. ἀλλ’ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία, κἤπειτεν ἐς τὸν σάκκον ὧδ’ ἐσβαίνετε. (745) ὅπως δὲ γρυλιξεῖτε καὶ κοΐξετε χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν. ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ· Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία; Δι. τί; ἀνὴρ Μεγαρικός; (750) Με. ἀγορασοῦντες ἵκομες. (750,bis) Δι. πῶς ἔχετε; (751) Με. διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ. (751,bis) Δι. ἀλλ’ ἡδύ τοι νὴ τὸν Δί’, ἢν αὐλὸς παρῇ. @1 (752) τί δ’ ἄλλο πράττεθ’ οἱ Μεγαρῆς νῦν; Με. οἷα δή. (753,bis) ὅκα μὲν ἐγὼν τηνῶθεν ἐνεπορευόμαν, (754) τὤνδρες πρόβουλοι τοῦτ’ ἔπρασσον τᾷ πόλι, (755) ὅπως τάχιστα καὶ κάκιστ’ ἀπολοίμεθα. Δι. αὐτίκ’ ἄρ’ ἀπαλλάξεσθε πραγμάτων. Με. σά μάν; (757,bis) Δι. τί δ’ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος; (758) Με. πὰρ ἁμὲ πολυτίματος ᾇπερ τοὶ θεοί. Δι. ἅλας οὖν φέρεις; (760) Με. οὐχ ὑμὲς αὐτᾶν ἄρχετε; (760,bis) Δι. οὐδὲ σκόροδα; (761) Με. ποῖα σκόροδ’; ὑμὲς τῶν ἀεί, (761,bis) ὅκκ’ ἐσβάλητε, τὼς ἀρουραῖοι μύες, (762) πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε. Δι. τί δαὶ φέρεις; Με. χοίρους ἐγώνγα μυστικάς. (764,bis) Δι. καλῶς λέγεις· ἐπίδειξον. (765) Με. ἀλλὰ μὰν καλαί. (765,bis) ἄντεινον, αἰ λῇς· ὡς παχεῖα καὶ καλά. (766) Δι. τουτὶ τί ἦν τὸ πρᾶγμα; Με. χοῖρος ναὶ Δία. (767,bis) Δι. τί λέγεις σύ; ποδαπὴ χοῖρος ἥδε; (768) Με. Μεγαρικά. (768,bis) ἢ οὐ χοῖρός ἐσθ’ ἅδ’; (769) Δι. οὐκ ἔμοιγε φαίνεται. (769,bis) Με. οὐ δεινά; θᾶσθε· τοῦδε τᾶς ἀπιστίας· @1 (770) οὔ φατι τάνδε χοῖρον ἦμεν. ἀλλὰ μάν, αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν, αἰ μή ’στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ. Δι. ἀλλ’ ἔστιν ἀνθρώπου γε. Με. ναὶ τὸν Διοκλέα, (774,bis) ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς; (775) ἦ λῇς ἀκοῦσαι φθεγγομένας; Δι. νὴ τοὺς θεοὺς (776,bis) ἔγωγε. (777) Με. φώνει δὴ τὺ ταχέως, χοιρίον. (777,bis) οὐ χρῆσθα; σιγῇς, ὦ κάκιστ’ ἀπολουμένα; (778) πάλιν τυ ἀποισῶ, ναὶ τὸν Ἑρμᾶν, οἴκαδις. ΚΟΡΗ κοῒ κοΐ. (780) Με. αὕτα ’στὶ χοῖρος. Δι. νῦν γε χοῖρος φαίνεται. (781,bis) ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται. (782) Με. πέντ’ ἐτῶν, (782,bis) σάφ’ ἴσθι, ποττὰν ματέρ’ εἰκασθήσεται. (783) Δι. ἀλλ’ οὐδὲ θύσιμός ἐστιν αὑτηγί. Με. σά μάν; (784,bis) πᾷ δ’ οὐχὶ θύσιμός ἐστι; (785) Δι. κέρκον οὐκ ἔχει. @1 (785,bis) Με. νέα γάρ ἐστιν· ἀλλὰ δελφακουμένα (786) ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν. ἀλλ’ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά. Δι. ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θἠτέρᾳ. Με. ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός. (790) ἀλλ’ ἂν παχυνθῇ κἂν ἀναχνοανθῇ τριχί, κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν. Δι. ἀλλ’ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται, Με. οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων. καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς (795) ἅδιστον ἂν τὸν ὀδελὸν ἀμπεπαρμένον. Δι. ἤδη δ’ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν; Με. ναὶ τὸν Ποτειδᾶ καί κ’ ἄνις γα τῶ πατρός. Δι. τί δ’ ἐσθίει μάλιστα; Με. πάνθ’ ἅ κα διδῷς. (799,bis) αὐτὸς δ’ ἐρώτη. (800) Δι. χοῖρε, χοῖρε. (800,bis) Κο. κοῒ κοΐ. (800,ter) Δι. τρώγοις ἂν ἐρεβίνθους; (801) Κο. κοῒ κοῒ κοΐ. (801,bis) Δι. τί δαί; Φιβάλεως ἰσχάδας; (802) Κο. κοῒ κοΐ. @1 (802,bis) Δι. τί δαὶ σύ; τρώγοις ἄν; (803) Κο. κοῒ κοῒ κοΐ. (803,bis) Δι. ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε. (804) ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων (805) τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί, οἷον ῥοθιάζουσ’, ὦ πολυτίμηθ’ Ἡράκλεις. ποδαπὰ τὰ θηρί’; ὡς Τραγασαῖα φαίνεται. Με. ἀλλ’ οὐχὶ πάσας κατέτραγον τὰς ἰσχάδας. ἐγὼν γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν. (810) Δι. νὴ τὸν Δί’, ἀστείω γε τὼ βοσκήματε· 860-911 ΘΗΒΑΙΟΣ ἴττω Ἡρακλῆς, ἔκαμόν γα τὰν τύλαν κακῶς. (860) κατάθου τὺ τὰν γλάχων’ ἀτρέμας, Ἰσμηνία· ὑμὲς δ’, ὅσοι Θείβαθεν αὐληταὶ πάρα, τοῖς ὀστίνοις φυσεῖτε τὸν πρωκτὸν κυνός. Δι. παῦ’, ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν; πόθεν προσέπτανθ’ οἱ κακῶς ἀπολούμενοι @1 (865) ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι; Θη. νεὶ τὸν Ἰόλαον, ἐπεχαρίττω γ’, ὦ ξένε· Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου τἄνθεια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί. ἀλλ’ εἴ τι βούλει, πρίασο τῶν ἰὼ φέρω, (870) τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων. Δι. ὦ χαῖρε, κολλικοφάγε Βοιωτίδιον. τί φέρεις; Θη. ὅσ’ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς, (873,bis) ὀρίγανον, γλαχώ, ψιάθως, θρυαλλίδας, (874) νάσσας, κολοιώς, ἀτταγᾶς, φαλαρίδας, (875) τροχίλως, κολύμβως. Δι. ὡσπερεὶ χειμὼν ἄρα (876,bis) ὀρνιθίας εἰς τὴν ἀγορὰν ἐλήλυθας. (877) Θη. καὶ μὰν φέρω χᾶνας, λαγώς, ἀλώπεκας, σκάλοπας, ἐχίνως, αἰελούρως, πικτίδας, ἰκτίδας, ἐνύδριας, ἐγχέλιας Κωπαΐδας. (880) Δι. ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων, δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις. Θη. πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν, ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ. Δι. ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, (885) ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς, φίλη δὲ Μορύχῳ. δμῶες, ἐξενέγκατε τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα. @1 σκέψασθε, παῖδες, τὴν ἀρίστην ἔγχελυν, ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην. (890) προσείπατ’ αὐτήν, ὦ τέκν’· ἄνθρακας δ’ ἐγὼ ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν. ἀλλ’ εἴσφερ’ αὐτήν· μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην ἐντετευτλιωμένης. Θη. ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται; (895) Δι. ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί· ἀλλ’ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων, λέγε. Θη. ἰώγα ταῦτα πάντα. Δι. φέρε, πόσου λέγεις; (898,bis) ἢ φορτί’ ἕτερ’ ἐνθένδ’ ἐκεῖσ’ ἄξεις; (899) Θη. ἰώ; (899,bis) ὅ τι γ’ ἔστ’ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή. (900) Δι. ἀφύας ἄρ’ ἄξεις πριάμενος Φαληρικὰς ἢ κέραμον. Θη. ἀφύας ἢ κέραμον; ἀλλ’ ἔντ’ ἐκεῖ· (902,bis) ἀλλ’ ὅ τι πὰρ ἁμὶν μή ’στι, τᾷδε δ’ αὖ πολύ. (903) Δι. ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε, ὥσπερ κέραμον ἐνδησάμενος. (905) Θη. νεὶ τὼ σιὼ (905,bis) λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ, (906) ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων. Δι. καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν. Θη. μικκός γα μᾶκος οὗτος. Δι. ἀλλ’ ἅπαν κακόν. @1 (909,bis) ΝΙΚΑΡΧΟΣ ταυτὶ τίνος τὰ φορτί’ ἐστί; (910) Θη. τῶδ’ ἐμὰ (910,bis) Θείβαθεν, ἴττω Δεύς. (911) Νι. ἐγὼ τοίνυν ὁδὶ (911,bis) φαίνω πολέμια ταῦτα. (912)