VITAE AESOPI, Vita G (e cod. 397 Bibliothecae Pierponti Morgan) (recensio 3). ΒΙΒΛΟΣ ΞΑΝΘΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΑΙΣΩΠΟΥ ΔΟΥΛΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΡΟΦΗΣ ΑΙΣΩΠΟΥ (1) Ὁ πάντα βιωφελέστατος Αἴσωπος, ὁ λογοποιός, τῇ μὲν τύχῃ ἦν δοῦλος, τῷ δὲ γένει Φρὺξ τῆς Φρυγίας· κακοπινὴς τὸ ἰδέσθαι, εἰς ὑπηρεσίαν σαπρός, προγάστωρ,προκέφαλος, σιμός, σόρδος, μέλας, κολοβός, βλαισός, γαλιάγκων, στρεβλός,μυστάκων, προσημαῖνον ἁμάρτημα. πρὸς τούτοις ἐλάττωμα μεῖζον εἶχε τῆς ἀμορφίας τὴν ἀφωνίαν· ἦν δὲ καὶ νωδὸς καὶ οὐδὲν ἠδύνατο λαλεῖν. (2) Τοῦτον ὁ δεσπότης κατὰ πάντα σιγηλὸν ἔχων καὶ ἀποίητον τῇ πολιτικῇ ἐργασίᾳ, ἔπεμψεν εἰς τὸν ἀγρόν ... εἷς δέ τις τῶν συνδούλων αὐτοῦ ἰδὼν αὐτὸν ἀλγούμενον λέγει τῷ ἑταίρῳ «σύνδουλε, οἶδά σέ τι ἐνθυμῆσαι, διότι τὰ σῦκα καταφαγεῖν θέλεις.» ὁ δὲ ἔφη «ναὶ μὰ τὸν Δία, πῶς τοῦτο οἶδας;» ὁ δὲ λέγει «ἀπὸ τοῦ τῆς ὄψεως χαρακτῆρος τὸ τῆς ψυχῆς βούλευμα γινώσκω. δώσω οὖν γνώμην πῶς αὐτὰ φάγωμεν οἱ δύο.» ὁ δέ· «οὐ γὰρ καλὴν τὴν γνώμην ἔδωκας· ὅταν γὰρ ὁ δεσπότης ἐπιζητήσῃ τὰ σῦκα καὶ μὴ ἔχωμεν δοῦναι, τί ἔσται;» ὁ δὲ εἶπεν «εἰπὲ αὐτῷ ὅτι Αἴσωπος εὑρὼν τὸ ταμεῖον εὐκαίρως ἀνεῳγμένον εἰσπηδήσας κατέφαγεν τὰ σῦκα. ὁ δὲ Αἴσωπος λαλεῖν μὴ δυνάμενος οὕτως δαρήσεται, καὶ τὴν ἐπιθυμίαν σου εἶ πεπληρωκώς.» ταῦτα εἰπόντες περικαθίζουσι τοῖς σύκοις καὶ κατεσθίουσιν αὐτὰ καὶ ἔλεγον «οὐαὶ τῷ Αἰσώπῳ. ἀληθῶς σαπρός ἐστι, καὶ οὐδὲν ἄλλο πρέπει αὐτῷ εἰ μὴ δέρεσθαι. ἅπαξ οὖν συμφωνήσωμεν εἰς ἑαυτούς, καὶ ὃ ἐὰν κατεαγῇ ἢ ἀπόληται ἢ ἐκχυθῇ, λέγομεν ὅτι Αἴσωπος αὐτὸ πεποίηκεν, καὶ πάντοτε ἀμάχητοι γινόμεθα.» καὶ οἱ μὲν κατέφαγον τὰ σῦκα. (3) τῇ δὲ τακτῇ ὥρᾳ ὁ δεσπότης λουσάμενος καὶ ἀριστήσας, εὐπέπτως ἔχων πρὸς τὰ σῦκα, ἐπεζήτησε τὴν ὀπώραν, καί φησιν «Ἀγαθόπου, δὸς τὰ σῦκα.» ἄλλος Ἑρμᾶ, φέρε τὰ σῦκα. ἰδὼν ὁ δεσπότης ὅτι διαπαίζεται διαπονηθείς, καὶ μαθὼν ὅτι Αἴσωπος ἔφαγε τὰ σῦκα, εἶπεν «Αἴσωπόν τις καλείτω.» καὶ δὴ κληθέντος παρεγένετο. ὁ δέ φησιν αὐτῷ «ἐπικατάρατε, οὕτως μου κατεφρόνησας, ἵνα εἰσελθὼν εἰς τὸ ταμιεῖον τὰ ἐμοὶ ἑτοιμασθέντα σῦκακαταφάγῃ;» ὁ δὲ ἀκούων, λαλεῖν δὲ μὴ δυνάμενος διὰ τὸ τῆς γλώττης ἐμπόδιον, θεωρῶν τοὺς κατηγόρους φανεροὺς ἀπὸ τῆς ὄψεως, μέλλων δαίρεσθαι, πεσὼν εἰς τὰ τοῦ δεσπότου γόνατα παρεκάλει μικρὸν ἐπισχεῖν. αὐτοῦ δὲ ἀνασχομένου, ἰδὼν παρακείμενον ξέστην ἔλαβεν αὐτὸν καὶ διὰ τῶν νευμάτων ᾔτησεν ὕδωρ χλιαρόν, καὶ λεκάνην παραθεὶς εἰς τὸ μέσον Αἴσωπος καὶ πιών, ἔβαλεν τοὺς δακτύλους εἰς τὸ στόμα καὶ σπαράξας ἑαυτὸν ἀνέβαλεν τὸ χλιαρὸν ὅπερ ἔπιεν· οὐδαμῶς γὰρ ἦν γευσάμενος. διὰ δὲ τῆς πολυπειρίας δοὺς ἀπόδειξιν, τοῦτο ἠξίωσε καὶ τοὺς συνδούλους αὐτοῦ ποιῆσαι, ἵνα γνωσθῇ τίς ἐστιν ὁ φαγὼν τὰ σῦκα. θαυμάσας δὲ ὁ δεσπότης τὸ ἐνθύμημα αὐτοῦ ἐκέλευσεν καὶ τοὺς ἄλλους πιόντας ἐμέσαι. οἱ δὲ δοῦλοι εἰς ἑαυτούς· «τί ποιήσωμεν, Ἑρμᾶ; πίωμεν, καὶ μὴ κάτω τοὺς δακτύλους βάλωμεν ἀλλὰ παρὰ τὰς γωνίας.» ἅμα δὲ τῷ πιεῖν αὐτοὺς τὸ χλιαρὸν χολοποιοῦντα τὰ σῦκα ἐπέπλευσαν ἄνω· καὶ ἅμα τῷ χαλάσαι τὸν δάκτυλον ἀνέδραμον τὰ σῦκα. ὁ δὲ δεσπότης ἔφη «ὁρᾶτε πῶς κατεψεύσασθε τῷ μὴ δυναμένῳ λαλῆσαι; ἔκδυσον αὐτούς.» δερόμενοι δὲ ἐκεῖνοι ἔγνωσαν ἀσφαλῶς ὅτι ὁ κατὰ ἄλλου μηχανευόμενος κακὸν αὐτὸς καθ’ ἑαυτοῦ τοῦτο λανθάνει ποιῶν. (4) Οἱ μὲν οὖν ἔτισαν δίκας ἀνθ’ ὧν ἥμαρτον εἰς τὸν μὴ δυνάμενον λαλεῖν ... πόλιν ἰδεῖν. σκάπτοντος δὲ τοῦ Αἰσώπου εἰς τὸν ἀγρὸν ἔτυχεν ἱεροφόρον τῆς Ἴσιδος πλανηθῆναι τῆς δημοσίας ὁδοῦ εἴς τε τὸν ἀγρὸν εἰσελθεῖν, ὅπου συνέβη τὸν Αἴσωπον σκάπτειν. ἰδοῦσα δὲ αὐτὸν μοχθηρῶς τὸ ἔργον ἐπιτελοῦντα, καὶ τὴν περὶ αὐτοῦἀγνοοῦσα τύχην, φησίν «ἄνθρωπε, εἰ κάτοιδας ἐλεᾶν τὰς θνητὰς ψυχάς, πεπλανημένῃ μοι δεῖξον τὴν ὁδόν μοι, τὴν εἰς τὴν πόλιν εἰσάγουσαν.» ἐπιστραφεὶς δὲ ὁ Αἴσωπος καὶ θεασάμενος τὸ τῆς θεοῦ σχῆμα ἀνθρώπινον περικείμενον, θεοσεβὴς ὑπάρχωνπροσεκύνησεν καὶ ἤρξατο διανεύειν καὶ δηλοῖν «διὰ τί ἀπολιποῦσα τὴν δημοσίαν ὁδὸν εἰς τοῦτο τὸ κτῆμα εἰσελήλυθας;» ἡ δὲ νοήσασα ὅτι ἀκούει μέν, λαλεῖν δὲ οὐ δύναται, ἤρξατο αὐτῷ νεύειν, ἅμα δὲ καὶ λαλεῖν· «ξένη εἰμὶ τῶν τόπων τούτων· ὡς δὲ ὁρᾷς ἱεροφόρος εἰμί. μὴ εἰδὼς δέομαί σου, ἐπεὶ πεπλάνημαι, ὑπόδειξόν μοι τὴν ὁδόν.» ἀναλαβόμενος δὲ τὴν ξοΐδα ὁ Αἴσωπος, ἐν ᾧ ἔσκαπτεν, ἐπιλαμβάνεται τῆς χειρὸς αὐτῆς καὶ ἤγαγεν ἐπὶ τὴν σύνδενδρον καὶ προέθηκεν ἐκ τοῦ μάνδικος ἄρτον καὶ ἐλαίας, καὶ ἄγρια λάχανα ἀποκείρας ἐκόμισεν· ἠνάγκασεν δὲ αὐτὴν μεταλαβεῖν τροφῆς. ἡ δὲ μετέλαβεν. ἀγαγὼν δὲ αὐτὴν εἴς τινα πηγὴν ὕδατος ἔδειξεν αὐτῇ, εἰ καὶ τούτου θέλει μεταλαβεῖν. ἡ δὲ τροφῆς καὶ ποτοῦ μεταλαβοῦσα τὰ κάλλιστα ηὔχετο τῷ Αἰσώπῳ. καὶ πάλιν δεομένη ἐνένευεν τελείαν τὴν χάριν ποιῆσαι καὶ τὴν ὁδὸν δεῖξαι. ὁ δὲ ἤγαγεν αὐτὴν ἐπὶ τὴν λεωφόρον ὁδὸν τὴν ἁμαξευομένην καὶ δείξας ἀπέστη, καὶ περὶ τὸ ἔργον εἶχεν τὸν νοῦν. (5) ἡ δὲ ἱεροφόρος τῆς Ἴσιδος πάλιν τῆς ὁδοῦ λαβοῦσα καὶ μνησθεῖσα τῆς τοῦ Αἰσώπου φιλοφροσύνης, ἐπάρασα τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν «διάδημα τῆς ὅλης οἰκουμένης, Ἶσι μυριώνυμε, ἐλέησον τόνδε τὸν ἐργάτην, τὸν κακοπαθοῦντα, τὸν εὐσεβῆ, ἀνθ’ ὧν εὐσέβησεν, οὐκ εἰς ἐμέ, δέσποινα, ἀλλ’ εἰς τὸ σὸν σχῆμα. καὶ εἰ μὴ πολυτάλαντον τὸν βίον αὐτοῦ διορθώσασθαι βούλει, ὃν ἄλλοι θεοὶ ἀφῄρηνται, τὸ γοῦν λαλεῖν αὐτῷ χάρισαι· δυνατὴ γὰρ σὺ καὶ τὰ ἐν σκότει πεπτωκότα πάλιν εἰς φῶς προελέσθαι.» εὐξαμένης δὲ ταῦτα τῆς ἱεροφόρου ἡ Ἶσις, ἡ κυρία, ὑπήκουσεν· ταχὺ γὰρ ὁ περὶ εὐσεβείας λόγος εἰς τὰς τῶν θεῶν ἀκοὰς καταντᾷ. ... (7) ... τὸ τραχὺ τῆς γλώττης ἀποτεμοῦσα, τὸ κωλῦον αὐτὸν λαλεῖν, αὐτὴ δὴ ἡ Ἶσις ἐχαρίσατο τὴν φωνήν, ἔπεισεν δὲ καὶ τὰς λοιπὰς Μούσας ἑκάστην τι τῆς ἰδίας δωρεᾶς χαρίσασθαι. αἱ δὲ ἐχαρίσαντο λόγων εὕρεμα καὶ μύθων Ἑλληνικῶν πλοκὴν καὶ ποιήσεις. κατευξαμένη δὲ ἡ θεὸς ὅπως ἔνδοξος γένηται, εἰς ἑαυτὴν ἐχώρησεν. καὶ αἱ Μοῦσαι δέ, ἑκάστη τὸ ἴδιον χαρισάμεναι, εἰς τὸ Ἑλικῶνα ἀνέβησαν ὄρος. ... (9) Περιχαρὴς δὲ γενάμενος καὶ πάλιν ἀνελόμενος τὴν δίκελλαν ἤρξατο σκάπτειν. ὁ δὲ τῶν ἀγρῶν προστάτης ἐπεισελθὼν εἰς τοὺς ἐργάτας ἕνα τῶν τοῦ Αἰσώπου συνεργῶν ῥάβδῳ κατέξανεν. ὁ δὲ Αἴσωπος οὐκέτι δυνάμενος ἑαυτοῦ κρατεῖν, φησίν «ἄνθρωπε, τὸν μηδὲν ἀδικήσαντα τί οὕτως αἰκίζεις πικρῶς καὶ τύπτεις ἀφειδῶς, σὺ καθ’ ἑκάστην ὥραν πλεῖστα ἀδικήματα ποιῶν καὶ ὑπὸ μηδενὸς τυπτόμενος;» ὁ δὲ Ζηνᾶς πρὸς ἑαυτὸν εἶπεν «τί ἐστιν τοῦτο; ὁ Αἴσωπος λαλεῖ; μὰ τοὺς θεούς, ἀρξάμενος λαλεῖν πρὸς οὐδένα κέκρουκεν εἰ μὴ πρὸς ἐμὲ τὸν λαλοῦντα αὐτῷ καὶ ἐπιτάσσοντα. τοῦτον ἐγὼ ἐὰν μὴ κατηγορήσω προφάσει, ἀποστῆσαί με ἔχει τῆς οἰκονομίας· ὅτε γὰρ ἔτι νωδὸς ἦν διένευέν μοι ὅτι ‘ἐὰν ἔλθῃ ὁ δεσπότης μου μεταστήσω σε τῆς οἰκονομίας· κατηγορήσω γάρ σου διὰ τῶν νευμάτων.’ εἰ οὖν νεύμασιν ἐπηγγείλατο, πολλῷ μᾶλλον λαλῶν πείσει. προλαβεῖν οὖν καλόν ἐστιν.» (10) καθίσας οὖν ἵππῳ ῥόθιος ἐφέρετο εἰς τὴν πόλιν. παραγενάμενος δὲ εἰς τὴν τοῦ δεσπότου οἰκίαν ἀφήλατο τοῦ ἵππου· ἅψας δὲ τὸν ἱμάντα ἀπὸ τοῦ κρίκου τοῦ πυλῶνος, εἰσελθὼν εἰς τὴν οἰκίαν καὶ εὑρὼν τὸν δεσπότην, φησίν «δέσποτα—» ὁ δὲ ἔφη «Ζηνᾶ, τί εἶ τεταραγμένος;» ὁ δὲ Ζηνᾶς ἔφη «τερατῶδές τι πρᾶγμα συνέβη ἐν τῷ κτήματί σου.» ὁ δὲ λέγει «μή τι δένδρον πάρωρον καρπὸν ἤνεγκεν;» ὁ δὲ εἶπεν «οὐχί, δέσποτα, ἀλλὰ—», «ἢ τετράπουν ἀνθρωπόμορφόν τι ἐγέννησεν;» λέγει ὁ κύριος αὐτοῦ Ζηνᾶς λέγει «οὐχί, δέσποτα.» ὁ δέ· «τί οὖν νομίζεις τερατῶδες εἶναι; ἀπάγγειλόν μοι τἀληθῆ.» ὁ δὲ Ζηνᾶς εἶπεν «Αἴσωπος ὁ σαπρός, ὃν ἀπεπέμψω εἰς τὸν ἀγρὸν σκάπτειν, ὁ προγάστωρ—» ὁ δὲ κύριος· «τί τέτοκεν;» ὁ δέ· «οὔ τι τοιοῦτον, ἀλλὰ νωδὸς ὢν ἐλάλησεν.» ὁ δεσπότης· «μηδέν σοι τῶν ἀγαθῶν γένηται. [τί] τοῦτο νομίζεις τερατῶδες εἶναι;» Ζηνᾶς· «ναί, καὶ μάλα.» ὁ δεσπότης· «διὰ τί; εἰ οἱ θεοὶ χολωθέντες ἀνθρώπῳ πρὸς ὀλίγον χρόνον ἀφείλαντο τὴν φωνὴν αὐτοῦ, νῦν δὲ πάλιν καταλλαγέντες ἐχαρίσαντο, ὅπερ καὶ ἐγενήθη, τερατῶδες εἶναι νομίζεις;» Ζηνᾶς· «ναί, δέσποτα· λαλεῖν γὰρ ἀρξάμενος πάντα ὑπὲρ ἀνθρωπίνην φύσιν φθέγγεται· καὶ εἰς ἐμὲ μεγάλως βλασφημεῖ καὶ εἰς σέ, ἅτινα οὔτε αἱ ἀκοαί μου φέρουσιν ἀκούειν.» (11) ὁ δὲ κινηθεὶς λέγει τῷ Ζηνᾷ «πορεύου, πώλησον αὐτόν.» ὁ δὲ Ζηνᾶς· «παίζεις, δέσποτα; οὐκ οἶδας αὐτοῦ τὴν ἀμορφίαν; τίς αὐτὸν θελήσει ἀγοράσαι καὶ κυνοκέφαλον ἀντὶ ἀνθρώπου ἔχειν;» ὁ δεσπότης· «ἄπελθε τοιγαροῦν, χάρισαι αὐτόν τινι. εἰ δὲ μηδεὶς θέλει λαβεῖν αὐτόν, δέρων ἀπόκτεινον αὐτόν.» ὁ δὲ Ζηνᾶς τὴν ἐξουσίαν αὐτοῦ λαβὼν κατὰ πάντα τρόπον πάλιν ἁλλόμενος τῷ ἵππῳ παρεγένετο ἐπὶ τὸ κτῆμα. καί φησιν πρὸς ἑαυτὸν ὁ Ζηνᾶς· «ἔδωκέν μοι κατὰ πάντα ὁ δεσπότης τὴν ἐξουσίαν κατὰ τοῦ Αἰσώπου, πωλῆσαι, χαρίσασθαι, φονεῦσαι. τί γάρ μοι κακὸν ἐποίησεν ἵνα αὐτὸν ἀποκτείνω; πωλήσω αὐτόν.» τοιγαροῦν τῷ Αἰσώπῳ πάντα ὑπηρετεῖτο τὰ ὑπὸ τῶν θεῶν δωρηθέντα αὐτῷ. ... (17) ὁ δὲ σωματέμπορος πρὸς τὰ σωμάτια εἰσελθών φησιν «παιδία, στέρξατε τὴν ἑαυτῶν τύχην· μὰ τὴν ὑμῶν σωτηρίαν, κτήνη οὔτε μισθώσασθαι οὔτε ἀγοράσαι εὗρον. τοιγαροῦν διέλεσθε τὰ σκεύη· αὔριον γὰρ περῶμεν εἰς τὴν Ἀσίαν.» οἱ μὲν οὖν σύνδυο γενόμενοι διαιροῦνται τὰ σκεύη. ὁ δὲ Αἴσωπος ὑποπεσὼν πάντας φησίν· «δέομαι ὑμῶν, σύνδουλοι, ἐπεὶ νεώνητός εἰμι καὶ ἀσθενὲς σῶμα ἔχω, παραχωρήσατέ μοι τὸ ἐλαφρὸν ἆραι σκευάριον.» οἱ δὲ εἶπον· «ὅλως μηθὲν ἄρῃς.» ὁ δὲ Αἴσωπος λέγει· «αἰσχρόν ἐστιν πάντων τῶν συνδούλων κοπιώντων ἐμὲ τῷ δεσπότῃ ἀχρήσιμον φανῆναι.» καί οἱ σύνδουλοι πρὸς ἑαυτούς· «τί καὶ πέρπερός ἐστιν; ἆρον ὃ θέλεις.» (18) περιβλεψάμενος δὲ ὁ Αἴσωπος θεωρεῖ σκεύη τοῦ σωματεμπόρου πρὸς τὴν ἀποδημίαν, κίστην, κάνητας, σάκκους μεστοὺς πρὸς τὴν διακονίαν, στρώματα, κεράμια, γουργάθους. ἰδὼν δὲ γούργαθον μεστὸν ἄρτων κείμενον, ὃν ἐβούλοντο τέσσαρες διαφορτώσασθαι, λέγει ὁ Αἴσωπος· «ἄνδρες, ἐμοὶ μόνοντοῦτον ἐπίθετε τὸν γούργαθον.» οἱ δὲ δοῦλοι εἰς ἑαυτούς· «οὐδένα μωρότερον τούτου τοῦ ἀνθρωπαρίου εἴδομεν· ἠρώτησεν ἵνα τὸ πάντων ἐλαφρότερον ἄρῃ, καὶ τὸ πάντων βαρύτερον ἐξελέξατο.» ἄλλος· «οὐκ ἔστιν μωρός, ἀλλὰ λιμόξηρος· θέλει γὰρ ὑπὸ χεῖρα κλάνειν τοὺς ἄρτους καὶ πλέον πάντων τρώγειν. ἐπιθῶμεν αὐτῷ τὸν γούργαθον.» καὶ πάντες περιστάντες ἐπιτιθέασιν αὐτῷ τὸν γούργαθον. ὁ δὲ ἐξήρχετο ὡς ἄτλαστον βαστάζων τὸν γούργαθον, ὅλος διακλονούμενος. ἰδὼν δὲ αὐτὸν ὁ σωματέμπορος ἐθαύμασεν καί φησιν· «ἴδε πῶς ὁ Αἴσωπος προθυμότερός ἐστιν εἰς τὸ κοπιᾶν, καὶ προτρέπεται τοὺς λοιποὺς εὐψύχως τὸν κάματον φέρειν. ἤδη γὰρ αὐτοῦ τὴν τιμὴν σέσωκα· τὸ γὰρ φορτίον τοῦτο κτήνους ἐστίν.» (19) οἱ δὲ λοιποὶ σύνδυο βαστάζοντες τὰ σκεύη κατεγέλων αὐτοῦ. ἐξελθὼν γὰρ εἰς τὴν ὁδὸν περιπατεῖν τὸν γούργαθον ἐδίδασκεν· εἰς γὰρ ἀνάβασιν ἐλθὼν ἀνέτρεπεν τὸν γούργαθον καὶ τοῖς ὀδοῦσιν ἀνεῖλκε μέχρις ἀναβῇ, εἰς δὲ κατάβασιν εὐκόπως κατέβαινεν· κατεκύλιεν γὰρ τὸν γούργαθον καὶ αὐτὸς ἐπάνω αὐτοῦ ἀνεκυλίετο. καὶ κακινκάκως ἦλθον εἰς πανδοχεῖον. καί φησιν ὁ σωματέμπορος· «πανδοχεύς· δὸς ἑκάστῳ προσφάγην· ἀσσαρίου ἄρτους γὰρ ἔχομεν. Αἴσωπε, δὸς ἑκάστῳ ἀνὰ ζεῦγος ἄρτον.» καὶ τοσούτοις δούλοις ἀρτοδοτοῦντος καὶ ὁ γούργαθος ἡμίκενος ἐγένετο. μετὰ δὲ τὸ ἀναλαβεῖν πάλιν ὡδοιπόρουν. ὁ δὲ Αἴσωπος ἐλαφρὸς ἐγίνετο. καὶ πάλιν εἰς πανδοχεῖον γίνονται, καὶ πάλιν αὐτοῖς ἀρτοδοτεῖ καὶ ὁ γούργαθος κενὸς γίνεται. καὶ βαλὼν τὸν γούργαθον ἐπὶ τὸν ὦμον πρῶτος πάντων ἔτρεχεν. οἱ δὲ δοῦλοι πρὸς ἑαυτούς· «ὁ πρῶτος τρέχων τίς ἐστιν, παρ’ ἡμῶν ἢ ξένος;» ἄλλος· «οὐκ οἶδα· δοκῶ δὲ ὅτι ὁ νεώνητός ἐστιν, ὁ σαπρός, ὁ ἀρὼν τὸν γούργαθον, ὃν οὐκ ἐβάσταζεν κτῆνος.» ἄλλος· «ἀγνοεῖς τὸ ἀνθρωπάριον ὡς ἔστιν πολύνουν.» ἄλλος· «ταῦτα τὰ ἀνθρωπάρια τὰ λειπόμενα τῇ μορφῇ φρένας ἔχει· ἠρώτησεν γὰρ βαστάσαι τοὺς ἄρτους τοὺς ὑπὸ χεῖρα δαπανωμένους· ἡμεῖς δὲ σχιστὰς καὶ στρώματα καὶ χαλκώματα βαστάζομεν, τὰ μὴ δυνάμενα δαπανηθῆναι.» ἄλλος· «οὐᾶ, ταύρου ἄξιον τὸ ἀνθρωπάριον.» ... (25) «φέρε οὖν, ἐπιγνῶ εἰ οἶδέν τι, μὴ τὸ κερμάτιον κενῇ χάριτι προαπολέσητε.» προσελθὼν δὲ ὁ Ξάνθος τῷ Αἰσώπῳ φησίν· «χαῖρε.» Αἴσωπος· «τί γὰρ λυποῦμαι;» οἱ σχολαστικοί· «καλῶς, μὰ τὰς Μούσας. τί γὰρ ἐλυπεῖτο;» κατεπλάγησαν οὖν τῷ εὐστόχῳ λόγῳ. καί φησιν αὐτῷ ὁ Ξάνθος· «ποταπὸς εἶ;» ὁ Αἴσωπος· «Σάρκινος.» ὁ Ξάνθος· «οὐ τοῦτο λέγω, ἀλλὰ ποῦ ἐγεννήθης;» ὁ Αἴσωπος· «ἐν τῇ κοιλίᾳ τῆς μητρός μου.» ὁ Ξάνθος· «πάντα αὐτῷ κακά. οὐ τοῦτό σε ἐρωτῶ, ἀλλὰ ποίῳ τόπῳ ἐγεννήθης;» ὁ Αἴσωπος· «τοῦτό μοι οὐκ εἶπεν ἡ μήτηρ μου, πότερον ἢ ἐν τῷ κοιτῶνι ἢ ἐν τῷ τρικλίνῳ.» ὁ Ξάνθος λέγει· «γένει λέγε ποταπὸς εἶ.» ὁ Αἴσωπος· «Φρύξ.» ὁ Ξάνθος· «τί οἶδας ποιεῖν;» ὁ Αἴσωπος· «ἐγὼ ὅλως οὐδέν.» ὁ Ξάνθος· «διὰ τί οὐδέν;» Αἴσωπος· «ὅτι οἱ παρεκάτεροι παῖδες ὅλα ἐπίστανται.» οἱ σχολαστικοί· «οὐᾶ, μακάριος· οὗτοι γὰρ κακῶς ἀπεκρίθησαν.ἄνθρωπος γὰρ οὐκ ἔστιν πάντα εἰδώς. διὰ τοῦτο εἶπεν οὗτος ὅτι οὐδὲν οἶδα, διὰ τοῦτο οὖν ἐγέλασεν.» ... (28) Ὁ δὲ Αἴσωπος ἠκολούθει. καυματίνης δὲ ὥρας ὑπαρχούσης καὶ τοῦ ἡλίου ἐπὶ τὸ μεσουράνημα ὄντος καὶ ἐρημαζούσης τῆς ὁδοῦ διὰ τὸ καῦμα, ὁ Ξάνθος ἀναστείλας τὰ ἱμάτια ἤρξατο ἅμα περιπατῶν οὐρεῖν. θεασάμενος δὲ ὁ Αἴσωπος ἠγανάκτησεν· εἶτα δραξάμενος αὐτὸν ἐξ ἀναβολῆς τοῦ ἱματίου εἵλκυσεν αὐτὸν καί φησιν· «πώλειμε, ἐπεὶ οὐ μή με ὑπομείνῃς δραπετεύοντα.» ὁ Ξάνθος· «Αἴσωπε, τί σοι συνέβη;» ὁ Αἴσωπος· «πώλει μέ“ φησιν· «οὐ δύναμαί σοι δουλεύειν.» ὁ Ξάνθος· «ὁ ἐνέγκας σε πάντως τις τῶν εἰωθότων τὰς εὐσταθούσας οἰκίας διαβολαῖς ἀνατρέπειν· προσελθών σοί τις διέβαλέν με, ἀποκαλῶν ὡς κακόδουλον ἢ πάροινον ἢ πλήσσοντα ἢ στομαχώδη ἢ ὀργίλον. μὴ πρόσεχε διαβολαῖς· μάτην ὀξύνει διαβολὴ τερπνὴ ἀκοῦσαι. οὕτως γὰρ περὶ ἐμοῦ τὰ σημάντια.» ὁ Αἴσωπος· «χύσις σε διέβαλεν, Ξάνθε· ὅτε γὰρ αὐτὸς ὁ δεσπότης μὴ φοβούμενός τινα μὴ εἰσελθὼν εἰς τὴν οἰκίαν πληγῶν πεῖραν λάβῃς, ἢ δεσμῶν ἢ δεινοτέρας ἀνάγκης κόλασιν ὑπομείνῃς, ἀλλὰ τὴν ἰδίαν ἐξουσίαν ἑαυτοῦ ἔχων τοῖς φυσικοῖς ὅροις οὐκ ἔδωκας ἡμιώριον εἰς ἀνάπαυσιν, ἀλλὰ περιπατῶν οὔρησας—τί δεῖ με τὸν δοῦλον ποιῆσαι ἐπὶ ἀπόκρισιν πεμφθέντα ἄλλο ἢ πάντως πετόμενον χέζειν;» Ξάνθος· «τούτου ἕνεκα ἐταράχθης»; Αἴσωπος· «καὶ μάλα.» ὁ Ξάνθος· «τρία βουλόμενος ἐκφυγεῖν φαῦλα περιπατῶν οὔρησα.» Αἴσωπος· «τίνα ταῦτα;» Ξάνθος· «ζεστότητα γῆς, οὔρου δριμύτητα, καὶ φλογὴν ἡλίου.» ὁ Αἴσωπος· «πῶς;» ὁ Ξάνθος· «ὁρᾷς μὲν ὅτι ὁ ἥλιος μεσουρανεῖ καὶ τῇ θερμότητι τὴν γῆν ἐξέκαυσεν· ὅταν δὲ συνεστὼς οὐρῶ τὸ ἔδαφος ζέον τοὺς πόδας μου κατακαίει, καὶ ἡ δριμύτης τοῦ οὔρου ἀνατρέχει μου εἰς τὰς ὀσφρήσεις καὶ τὰς ἀκοάς μου φράσσει, καὶ ὁ ἥλιος δὲ τὴν κεφαλήν μου φλέγει. ταῦτα τὰ τρία θέλων ἐκφυγεῖν περιπατῶν οὔρησα.» ὁ Αἴσωπος· «πέπεικάς με, σαφῶς ἐπενόησας· περιπάτει λοιπόν·» Ξάνθος· «ἠγνόουν ἑαυτοῦ δεσπότην πριάμενος.» (29) Φθασάντων δὲ αὐτῶν εἰς τὸν οἶκον ὁ Ξάνθος λέγει αὐτῷ· «Αἴσωπε, ὅτι μου τὸ γύναιον καθαρόν ἐστιν, περίμενε πρὸ τοῦ πυλῶνος μέχρις οὗ πρὸς τὴν γυναῖκα καταγγείλω, ἵνα μὴ ἐξαίφνης τὴν σαπρίαν σου ἰδοῦσα τὴν προῖκα ἀπαιτήσασαφύγῃ.» Αἴσωπος· «εἰ γυναικοκρατεῖ σύ, ἄπιθι καὶ ταχὺ ποίησον.» ... (31) ἡ γυνὴ τοῦ Ξάνθου, τοῦ Αἰσώπου ἰδοῦσα τὸ κακοπινὲς τοῦ προσώπου, ἀπεστράφη καὶ πρὸς τὸν Ξάνθον λέγει· «οὐᾶ, Ξάνθε, εὐεπινοήτως καὶ φιλοσόφως καὶ πρεπόντως ἔπραξας· ἑτέραν λαβεῖν βουλόμενος γυναῖκα καὶ μὴ τολμῶν μοι κατ’ ὄψιν εἰπεῖν ‘πορεύου ἀπ’ ἐμοῦ,’ ἐπιστάμενός μου τὸ φιλοκάθαρον ἤνεγκάς μοι τοῦτον ἐπίτηδες, ἵνα μὴ ὑποφέρουσα ὑπ’ αὐτοῦ δουλεύε-σθαι φύγω ἐπ’ ἐμαυτῆς τὴν οἰκίαν καταλιποῦσα. δός μοι οὖν τὴν προῖκα καὶ ἐγὼ πορεύσομαι καθ’ ἑαυτήν.» ὁ Ξάνθος λέγει· «οἴμοι, ἵνα μὴ εἰς τὴν ὁδὸν περιπατῶν οὐρήσω, ἑπτασφόνδυλά μοι ῥήματα εἶπας, καὶ νῦν οὐδὲν λέγεις πρὸς αὐτήν;»Αἴσωπος εἶπε· «τοιγὰρ πορεύηται καθ’ ἑαυτὴν εἰς τὸ σκότος.» ὁ Ξάνθος εἶπεν· «σιώπα, κάθαρμα, οὐκ οἶδας ὅτι φιλῶ αὐτὴν ὑπὲρ ἐμαυτόν;» Αἴσωπος λέγει· «φιλεῖς τὸ γύναιον;» ὁ Ξάνθος εἶπεν· «καὶ μάλα.» Αἴσωπος λέγει· «θέλεις οὖν ἵνα μένῃ;»ὁ Ξάνθος εἶπεν· «θέλω, ταπεινέ.» Αἴσωπος λέγει· «ὑποκρινοῦμαι ὡς θέλεις.»ὁ Ξάνθος εἶπεν· «θέλω, ταπεινέ.» Αἴσωπος λέγει· «ὑποκρινοῦμαι ὡς θέλεις.» καὶ ῥήξας τὸν πόδα εἰς τὸ μέσον ὁ Αἴσωπος ἀνέκραγεν· «εἰ Ξάνθος ὁ φιλόσοφος γυναικοκρατεῖται, αὔριον αὐτὸν ἐγὼ δείξω ἐν τοῖς ἀκροατηρίοις οἷόν ἐστιν περικάθαρμα.» ὁ Ξάνθος εἶπεν· «καλῶς, Αἴσωπε;» (32) Αἴσωπος πρὸς τὴν κυρὰν εἶπεν· «τάδε πρὸς σέ, γύναι, βούλει, ἵνα σου ὁ ἀνὴρ ἐξιὼν ποταπὸν ὠνήσῃ σωμάτιον εὐήλικον, περικαλλῆ, εὐηδῆ, εὐόφθαλμον, ξανθόν.» ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν · «ἵνα τί;» Αἴσωπος λέγει· «ἵνα ὁ καλὸς δοῦλος ἀκολουθῇ σοι εἰς τὸ βαλανεῖον, εἶτα ὁ καλὸς δοῦλος λάβῃ παρὰ σοῦ τὰ ἱμάτιά σου, εἶτα ὁ καλὸς δοῦλος ἐξερχομένης σοῦ ἀπὸ τοῦ βαλανείου ἐπιβάλῃ τὸ θερίστριον καὶ συγκαθεσθεὶς ὑποδήσῃ σε τὸ ὑπόδημά σου, εἶτα συμπαίξῃ σοι καὶ ἀντιβλέψῃ σοι ὡς εὐαρέστῃ ἀργυρωνήτῳ, εἶτα σὺ ἀντιμειδιάσῃς καὶ νέον βλέπουσα ἐρεθισθῇς καὶ καλέσῃς εἰς τὸν κοιτῶνα ἵνα τρίβῃ τοὺς πόδας σου, εἶτα σὺ κατανυγεῖσα ἐπισπάσῃ καὶ καταφιλήσῃς αὐτὸν καὶ πράξῃς τὰ σοὶ πρέποντα τῇ αἰσχρᾷ ὕβρει, καὶ καταισχυνθῇ ὁ φιλόσοφος καὶ διαπαιχθῇ. εὖγε Εὐριπίδη, χρυσῶσαί σου ἔδει τὸ στόμα ὅτε ἔλεγες ψευδέστατον οὐδὲ ἕν. δεινὴ μὲν ὀργὴ κυμάτων θαλασσίων, δειναὶ δὲ ποταμοῦ καὶ πυρὸς θερμοῦ πνοαί, δεινὴ δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία, πλὴν οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν. σὺ δὲ φιλοσόφου οὖσα γυνὴ σοφή, ἡ ἀπὸ ὡραίων σωματίων θέλουσα δουλεύεσθαι, φέρεις οἱ οὐ μετρίαν διαβολὴν καὶ μέγα ὄνειδος. σὺ δέ μοι δοκεῖς κινητιᾶν, καὶ οὐ πράσσεις τὰ ἴδια μή σοι δείξω ἀνδρὸς νεωνήτου θυμόν, ἱπποπόρνη.» ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν· «πόθεν μοι τοῦτο τὸ κακόν;» ὁ Ξάνθος λέγει· «καὶ ταῦτα μέν σοι οὕτως εἶπεν, κυρά· βλέπε μή σε ἴδῃ χέζουσαν ἢ οὐροῦσαν, ἐπεὶ ὄψει Αἴσωπον Δημοσθένην καθαρόν.» ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν· «μὰ τὰς Μούσας, γοργόν μοι φαίνεται τὸ ἀνθρωπάριον καὶ εὐτράπελον. διαλλάσσομαι τοίνυν αὐτῷ.» ὁ Ξάνθος εἶπεν· «Αἴσωπε, διήλλακταί σου ἡ κυρία.» Αἴσωπος λέγει· «μέγα πρᾶγμα, εἰ γύναιον καταπλήξει ἐπράυνα.» ὁ Ξάνθος εἶπεν· «οὐᾶ, δραπέτα.» ... (38) ἵνα μὴ βλάπτῃς με περισσότερον ἢ ἔλαττον τῶν ἐπιταττομένων σοι ποιῶν. ἆρον ἐπὶ χειρῶν σου λήκυθον λέντιά τε, καὶ ἄγωμεν εἰς τὸ βαλανεῖον.»Αἴσωπος πρὸς ἑαυτὸν εἶπεν· «οἱ τῷ νῷ περίπικροι περὶ διακονίαν δεσπόται κακοδαιμονίας ἑαυτοῖς γίνονται παραίτιοι. ἐγὼ τοῦτον τὸν φιλόσοφον παιδεύσω, ἵνα μάθῃ πῶς αὐτὸν δεῖ ἐπιτάττειν.» ἄρας οὖν τὰ προειρημένα καὶ μὴ βαλὼν ἔλαιον εἰς τὴν λήκυθον ἠκολούθει τῷ Ξάνθῳ εἰς τὸ βαλανεῖον. ὁ Ξάνθος ἀποδυσάμενος τὰ ἱμάτια αὐτοῦ ἔδωκεν τῷ Αἰσώπῳ καὶ λέγει· «δὸς τὴν λήκυθον.» Αἴσωπος ἐπέδωκεν. ὁ Ξάνθος λαβὼν τὴν λήκυθον καὶ κατακενώσας εὗρεν οὐδέν, καὶ λέγει· «Αἴσωπε, τὸ ἔλαιον ποῦ;» Αἴσωπος λέγει· «εἰς οἶκον.» ὁ Ξάνθος λέγει· «διὰ τί;» Αἴσωπος λέγει· «ὅτι σύ μοι εἶπας ‘ἆρον λήκυθον καὶ λέντια’, ἔλαιον δὲ οὐκ εἶπας. ἔδει οὖν με μηδὲν τῶν εἰρημένων πλέον ποιεῖν· ἐπεὶ τοῦ νόμου σφαλεὶς πληγῶν ὑπεύθυνος ἤμην.» καὶ ἐν τούτῳ ἡσύχασεν. ... (42) ὁ Ξάνθος εἶπεν· «ἵνα μὴ δόξω τοὺς ἀνθρώπους ὑβρίζειν, ἀπελθὼν οὓς ἠγόρακας τέσσαρας πόδας χοίρου ταχέως ὀξύσας ἄρτυσον.» Αἴσωπος βαλὼν τοὺς πόδας εἰς τὴν κύθραν ἥψει αὐτούς. ὁ Ξάνθος ζητῶν ἀφορμὴν δι’ ἧς μαστιγώσει τὸν Αἴσωπον, ἀναστὰς λέγει αὐτῷ· «Αἴσωπε, ἀπελθὼν φέρε ἀπὸ τοῦ ταμείου ὄξον καὶ βάλε εἰς τὴν κύθραν.» ἕως οὖν ὁ Αἴσωπος ἀπῄει εἰς τὸ ταμιεῖον, εἰσελθὼν ὁ Ξάνθος καὶ ἀπὸ τῆς χύτρας ἐπάρας ἕνα πόδα ἔκρυψεν. Αἴσωπος ἐλθὼν καὶ ἰδὼν τρεῖς πόδας ἐν τῇ χύτρᾳ ἐνενόησεν ὅτι ἐπίτηδες ὁ Ξάνθος, θέλων ἑαυτῷ ποιῆσαι ἀφορμήν, ἐπῆρεν τὸν πόδα, καὶ θεασάμενος εἰς τὴν ἔπαυλιν τοῦ Ξάνθου χοιρίδιον τρεφόμενον, ὀφεῖλον σφαγῆναι εἰς τὰ γενέσια τῆς γυναικὸς τοῦ Ξάνθου, ταχέως δήσας αὐτοῦ τὸ στόμα σχοινίῳ ἔκοψεν αὐτοῦ τὸν ἕνα πόδα, καὶ διαστείλας τῷ πυρὶ καὶ ζέσας βάλλει εἰς τὴν κύθραν ἀντὶ τοῦ κλαπέντος. ὁ Ξάνθος, ὑποπτεύσας μὴ ὁ Αἴσωπος οὐχ εὑρὼν τὸν πόδα δραπετεύσῃ, πάλιν αὐτὸν μετεωρίσας ἐξελθὼν ἔβαλεν τὸν πόδα εἰς τὴν χύτραν· καὶ γίνονται ε πόδες. οὔτε οὖν ὁ Αἴσωπος ᾔδει ὅτι ε ἐγίνοντο οὔτε ὁ Ξάνθος. (43) ὀλίγης δὲ ὥρας γενομένης λέγει ὁ Ξάνθος τῷ Αἰσώπῳ· «τοὺς χοιρίους πόδας ἥψηκας;» Αἴσωπος λέγει· «ναί.» ὁ Ξάνθος εἶπεν· «φέρε οὖν.» Αἴσωπος παραθεὶς πίνακα κατακενοῖ τὴν χύτραν καὶ κατέρχονται ε πόδες, οὓς θεωρήσας ὁ Ξάνθος ἀποχλωριαίνει καὶ λέγει· «Αἴσωπε, τὸ ἓν χοιρίδιον πόσους πόδας εἶχεν;» Αἴσωπος λέγει· «συμφωνεῖ. ἴδε ὧδε ε καὶ τὸ ἔξω χοιρίδιον τρίπουν νέμεται.» ὁ Ξάνθος λέγει· «ἄνδρες, οὗτός με ταχέως εἰς μανίαν περιτρέπει.» Αἴσωπος λέγει· «ἔδει σε οὖν μὴ ὁρίσαι μοι νόμον, καὶ διηκόνησα ἄν σοι κατὰ τρόπους χρηστούς. ἀλλὰ μὴ μεταμελοῦ, δέσποτα· ἡ γὰρ παραγγελία σου τοῦ νόμου χρησιμωτέρα ἔσται σοι· διδάξει γάρ σε μὴ ἐν τοῖς ἀκροατηρίοις ἁμαρτάνειν. τὰ γὰρ ἐκ περισσοῦ λεγόμενα κατὰ πρόσθεσιν καὶ ὑφαίρεσιν ἁμαρτήματά ἐστιν οὐ μέτρια.» ὁ Ξάνθος μηδεμίαν ἀφορμὴν εὑρὼν τοῦ μαστιγῶσαι τὸν Αἴσωπον ἡσύχασεν. (44) Ταῖς δὲ ἑξῆς ἡμέραις σὺν αὐτῷ εἰς τὰ ἀκροατήρια παραγίνεται καὶ γνωστὸς πᾶσιν ἐγένετο ὁ Αἴσωπος. καὶ δή ποτε εἷς τῶν σχολαστικῶν παρασκευασάμενος εἰς δεῖπνον ἐκάλεσεν τὸν Ξάνθον, σὺν αὐτῷ δὲ καὶ τοὺς σχολαστικούς. ὁ Ξάνθος τῷ Αἰσώπῳ λέγει· «τὰ πρὸς δεῖπνον χρήσιμα ἄρας ἀκολούθει μοι· λέγω δὲ σπυρίδα,πίνακα, μάππαν, φανόν, σανδάλια, καὶ εἴ τι ἕτερόν μοι λέληθεν εἰπεῖν σοι.» Αἴσωπος ἄρας ἠκολούθει. ὁ Ξάνθος ἐν τῷ δείπνῳ λαβὼν τὰ μέρη ἐπέδωκεν τῷ Αἰσώπῳ. Αἴσωπος λαβὼν συνέθηκεν εἰς τὴν σπυρίδα. ὁ Ξάνθος ἐπιστραφεὶς τῷ Αἰσώπῳ λέγει· «ἔχεις πάντα τὰ μέρη;» Αἴσωπος εἶπεν· «ἔχω.» ὁ Ξάνθος· «ἀπόφερε οὖν αὐτὰ ταῦτα τῇ εὐνοούσῃ.» Αἴσωπος λέγει· «ποιήσω.» ἐξελθὼν οὖν λέγει καθ’ ἑαυτόν· «νῦν καιρός ἐστιν τοῦ μετελθεῖν με τὴν μῆνιν τὴν πρὸς τὴν κυράν, ἀνθ’ ὧν με ἀγορασθέντα ἔσκωψεν καὶ ἐκακολόγει, καὶ ὅτι τὰ δωρηθέντα μοι ὑπὸ τοῦ κηπουροῦ λάχανα σκορπίσασα συνεπάτησεν, καὶ οὐκ ἀφῆκέν μου τὴν δωρεὰν εὐχαρῆ τῷ δεσπότῃ μου γενέσθαι. ἐγὼ αὐτῇ δείξω ὅτι πρὸς εὔνουν οἰκέτην οὐδὲν ἰσχύει γυνή· ἐπὰν γὰρ ὁ δεσπότης εἶπέν μοι ὅτι ‘δὸς τὰ μέρη τῇ εὐνοούσῃ’, νῦν ὄψεται τίς αὐτῷ εὐνοεῖ.» (45) παραγενάμενος δὲ ὁ Αἴσωπος καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν παρέθηκεν ἑαυτῷ τὴν σπυρίδα, καὶ καλέσας τὴν τοῦ Ξάνθου γυναῖκα καὶ δείξας αὐτῇ πάντα τὰ μέρη, λέγει· «κυρά, κατάμαθε· μή τι λείπει ἢ παραβέβρωται;» ἡ γυνὴ τοῦ Ξάνθου λέγει· «πάντα σῶά ἐστιν καὶ ὑγιῆ, Αἴσωπε. ταῦτα ἐμοὶ ὁ δεσπότης ἔπεμψεν;» Αἴσωπος εἶπεν· «οὔ.» ἡ γυνὴ τοῦ Ξάνθου λέγει· «καὶ τίνι αὐτὰ πέπομφεν;» Αἴσωπος εἶπεν· «τῇ εὐνοούσῃ.» ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν· «καὶ τίς αὐτῷ εὐνοεῖ, δραπέτα;» Αἴσωπος εἶπεν· «ἔκδεξαί με ὀλίγον καὶ ὄψει τίς αὐτῷ εὐνοεῖ.» θεασάμενος οἰκοτραφῆ κύνα γενναίαν ἐφώνησεν αὐτὴν καὶ λέγει· «ἔρχου, λάβε, Λύκαινα.» καὶ προσέδραμεν ἡ κύων. Αἴσωπος αὐτὴν ἐβρωμάτισεν. τῆς δὲ κυνὸς πάντα καταφαγούσης, παρεγένετο πάλιν ὁ Αἴσωπος ὅπου ἦν τὸ δεῖπνον καὶ ἔστη ὀπίσω πρὸς τοὺς πόδας τοῦ Ξάνθου. (46) ὁ Ξάνθος λέγει· «τί ἐστιν, Αἴσωπε, δέδωκας;» Αἴσωπος εἶπεν· «δέδωκα.» ὁ Ξάνθος λέγει · «ἔφαγεν;» Αἴσωπος εἶπεν· «ναί, πάντα ἔφαγεν.» ὁ Ξάνθος εἶπεν· «καὶ πάντα φαγεῖν ἠδυνήθη;» Αἴσωπος λέγει· «ναί, ἐπείνα γάρ.» ὁ Ξάνθος εἶπεν· «ἡδέως αὐτὰ ἔφαγεν;» Αἴσωπος εἶπεν· «ναί, ἡδέως ἔφαγεν.» ὁ Ξάνθος εἶπεν· «τί οὖν ἔλεγεν;»Αἴσωπος λέγει· «ἔλεγεν μὲν οὐδέν, πάντως δέ σοι ἐν ἑαυτῇ κατηύχετο.» ὁ Ξάνθος εἶπεν· «ἐγὼ αὐτῇ ἀμύνομαι.» ἡ δὲ γυνὴ τοῦ Ξάνθου εἶπεν τοῖς ἑαυτῆς παιδισκαρίοις· «κοράσια, ἐγὼ μετὰ Ξάνθου μένειν οὐκέτι δύναμαι· δότω μοι τὴν προῖκά μου καὶ ἀναχωρῶ. ἐπὰν γὰρ τὴν κύνα ἐμοῦ προέκρινεν, πῶς ἐγὼ λοιπὸν τούτῳ συνοικήσω;» εἰσελθοῦσα οὖν εἰς τὸν κοιτῶνα μένει περίλυπος. ... (51) Τῇ ἐπαύριον καλέσας ὁ Ξάνθος τοὺς ἤδη καλέσαντας αὐτὸν σχολαστικοὺς λέγει· «Αἴσωπε, ἐπειδὴ φίλους κέκληκα ἐπὶ δεῖπνον, ἀπελθὼν ἕψησον εἴ τι καλόν, εἴ τι χρηστὸν ἐν τῷ βίῳ.» Αἴσωπος πρὸς ἑαυτὸν λέγει· «ἐγὼ αὐτῷ δείξω μωρὰ μὴ διατάττεσθαι.» ἐλθὼν οὖν εἰς τὸν μάκελλον τῶν τεθυμένων χοιριδίων τὰς γλώσσας ἠγόρασεν, καὶ ἐλθὼν τὰς μὲν ἐκζεστάς, τὰς δὲ ὀπτάς, τὰς δὲ ἀρτυτάς, πάσας ἡτοίμασεν. καὶ τῇ τακτῇ ὥρᾳ παραγίνονται οἱ κεκλημένοι. ὁ Ξάνθος λέγει· «Αἴσωπε, δὸς ἡμῖν τι φαγεῖν.» Αἴσωπος φέρει ἑκάστῳ γλῶσσαν γενομένην ἐκζεστήν, καὶ ὀξύγαρον παρέθηκεν. οἱ σχολαστικοὶ εἶπον· «οὐᾶ, Ξάνθε, καὶ τὸ δεῖπνόν σου φιλοσοφίας μεστόν· οὐδὲν γὰρ παρὰ σοὶ ἀφιλοπόνητον. εὐθέως γὰρ ἐν ἀρχῇ τοῦ δείπνου αἱ γλῶσσαι παρετέθησαν.» (52) καὶ μετὰ τὸ πιεῖν αὐτοὺς δύο ἢ τρία ποτήρια ὁ Ξάνθος λέγει· «Αἴσωπε, δὸς ἡμῖν φαγεῖν.» Αἴσωπος ἑκάστῳ πάλιν πρὸς γλῶσσαν ὀπτὴν καὶ ἁλοπέπερι παρέθηκεν. οἱ σχολαστικοὶ εἶπον· «θείως, καθηγητά, καλλίστως, μὰ τὰς Μούσας. ἐπεὶ πᾶσα γλῶσσα πυρὶ ἠκόνηται, καὶ τὸ κρεῖττον, ὅτι δι’ ἁλοπεπέρεως· τὸ γὰρ ἁλυκὸν τῷ δριμυτέρῳ συγκέκραται τῆς γλώσσης ἵνα τὸ εὔστομον καὶ τὸ δάκνον ἐπιδείξῃ.» ὁ Ξάνθος πάλιν μετὰ τὸ πιεῖν αὐτοὺς τὸ τρίτον λέγει· «φέρε ἡμῖν φαγεῖν.» Αἴσωπος ἑκάστῳ γλῶσσαν ἀρτυτὴν φέρει. οἱ σχολαστικοὶ εἷς ἑνὶ ἔλεγον· «Δημόκριτε. ἐγὼ τὴν γλῶσσαν ἐπόνεσα τὰς γλώσσας τρώγων.» ἄλλος σχολαστικὸς εἶπεν· «οὐδέν ἐστι φαγεῖν ἕτερον; ὅπου Αἴσωπος πονεῖ, ἐκεῖ οὐδὲν ἀγαθόν ἐστι.»οἱ σχολαστικοὶ φαγόντες τὰς ἀρτυτὰς γλώσσας χολέρᾳ ἀσθένια ἐκρούσθησαν. ὁ Ξάνθος λέγει· «Αἴσωπε, δὸς ἡμῖν δειπνῆσαι ἑκάστῳ λοπάδα.» Αἴσωπος γλωσσόζωμον παρέθηκεν. οἱ σχολαστικοὶ οὐκέτι ἐξέτεινον τὰς χεῖρας, λέγοντες· «ἥδε ἡ καταστροφὴ ἀπὸ Αἰσώπου· γλώσσαις νενικήμεθα.» ὁ Ξάνθος λέγει· «Αἴσωπε, ἔχομέν τι ἕτερον;» Αἴσωπος εἶπεν· «οὐδὲν ἄλλο ἔχομεν.» (53) ὁ Ξάνθος λέγει· «οὐδὲν ἕτερον, κατάρατε; οὐκ εἶπόν σοι ὅτι ‘εἴ τι χρήσιμόν ἐστιν ἐν τῷ βίῳ, εἴ τι δὲ ἡδύ, τοῦτο ἀγόρασον;’“ Αἴσωπος λέγει· «χάριν σοι ἔχω, ὅτι ἀνδρῶν φιλολόγων παρόντων μέμφῃ με. εἶπάς μοι ὅτι ‘εἴ τι χρήσιμόν ἐστιν ἐν τῷ βίῳ, εἴ τι ἡδύτερον ἢ μεῖζον, ἀγόρασον.’ τί οὖν ἐστιν ἐν τῷ βίῳ γλώσσης χρησιμώτερον ἢ μεῖζον; μάθε ὅτι διὰ γλώσσης πᾶσα φιλοσοφία καὶ πᾶσα παιδεία συνέστηκεν. χωρὶς γλώσσης οὐδὲν γίνεται, οὐδὲ δόσις, οὐ λῆψις, οὐδὲ ἀγορασμός· ἀλλὰ διὰ γλώσσης πόλεις ἀνορθοῦνται, δόγματα καὶ νόμοι ὁρίζονται. εἰ οὖν διὰ γλώσσης πᾶς βίος συνέστηκεν, γλώσσης οὐδέν ἐστι κρεῖττον.» οἱ σχολαστικοὶ εἶπον· «νὴ τὰς Μούσας, καλὰ λέγει. σὺ ἥμαρτες, καθηγητά.» οἱ σχολαστικοὶ ἀνεχώρησαν. δι’ ὅλης τῆς νυκτὸς διαρροίᾳ ληφθέντες ἐδυσφόρουν. (54) τῇ ἐπαύριον οἱ σχολαστικοὶ ἐμέμψαντο τὸν Ξάνθον. ὁ Ξάνθος λέγει· «ἄνδρες φιλόλογοι, οὐ γέγονε παρ’ ἡμῖν ἡ αἰτία, ἀλλὰ παρὰ τὸν ἀχρεῖον δοῦλον Αἴσωπον. πλὴν σήμερον ἀποδώσω ὑμῖν τὸ δεῖπνον καὶ ἐνώπιον ὑμῶν διατάξομαι αὐτῷ.» καὶ δὴ καλέσας τὸν Αἴσωπον λέγει αὐτῷ· «ἐπειδή σοι ἔδοξε τὰ ἄνω κάτω λαλεῖν, ἀπελθὼν εἰς τὴν ἀγοράν, εἴ τι σαπρόν, εἴ τι χεῖρον, αὐτὸ ἀγόρασον.» Αἴσωπος ἀκούσας καὶ μὴ ταραχθείς, ἐλθὼν εἰς τὸν μάκελλον πάλιν πάντων τῶν τεθυμένων χοίρων τὰς γλώσσας ἠγόρασεν, καὶ ἐλθὼν ἐσκεύασεν αὐτὰς πρὸς δεῖπνον. ὁ Ξάνθος παραγενάμενος μετὰ τῶν σχολαστικῶν ἐν τῷ οἴκῳ αὐτοῦ ἀνεκλίθη σὺν αὐτοῖς. καὶ μετὰ τὸ προπιεῖν λέγει· «Αἴσωπε, δὸς ἡμῖν τι φαγεῖν.» Αἴσωπος ἑκάστῳ γλῶσσαν τεταριχευμένην παρέθηκεν καὶ ὀξύγαρον. οἱ σχολαστικοὶ εἶπον· «τί ἐστι πάλιν τοῦτο, γλῶσσαι;» ὁ Ξάνθος ἀποχλωριᾷ. οἱ σχολαστικοὶ εἶπον· «ἴσως ἀπὸ τῆς χθεσινῆς διαρροίας τὸν στόμαχον ἡμῶν θέλει τῷ ὄξει ἀνακτήσασθαι.» καὶ μετὰ τὸ πιεῖν αὐτοὺς πρὸς δύο, ὁ Ξάνθος λέγει· «δὸς ἡμῖν τι φαγεῖν.» Αἴσωπος παρέθηκεν ἑκάστῳ ὀπτὴν γλῶσσαν. οἱ σχολαστικοὶ εἶπον· «οὐᾶ, τί ἐστι τοῦτο; ὁ χθεσινὸς ὑπόμωρος πάλιν διὰ γλωσσῶν ἀσθένειαν ἡμῖν κατασκευάζει;» (55) ὁ Ξάνθος λέγει· «τοῦτο πάλιν τί ἐστι, κατάπτυστε; διὰ τί ταῦτα ἠγόρακας; οὐκ εἶπόν σοι ὅτι ‘ἀπελθὼν εἰς τὴν ἀγορὰν εἴ τι χεῖρον εὕρῃς, εἴ τι σαπρόν, τοῦτο ἀγόρασον;’ » Αἴσωπος εἶπεν· «καὶ τί χεῖρον διὰ γλώσσης οὐκ ἔστιν; διὰ γλώσσης ἔχθραι, διὰ γλώσσης ἐπιβουλαί, ἐνεδρεῖαι, μάχαι, ζηλοτυπίαι, ἔρεις, πόλεμοι· οὐκοῦν χεῖρον οὐδέν ἐστι τῆς μιαρωτάτης γλώσσης.» εἷς τῶν σχολαστικῶν τῶν συνανακειμένων ἐν τῷ δείπνῳ τοῦ Ξάνθου λέγει· «καθηγητά, τούτῳ ἐὰν πρόσσχῃς ταχέως σε εἰς μανίαν περιτρέψει· οἵα γὰρ ἡ μορφὴ αὐτοῦ τοιαύτη καὶ ἡ ψυχὴ αὐτοῦ. ὁ φιλολοίδορος καὶ κακεντρεχὴς δοῦλος οὗτος ὀβολοῦ ἄξιος οὐκ ἔστιν.» Αἴσωπος λέγει· «σιώπα, σχολαστικέ· σύ μοι δοκεῖς κακεντρεχέστερος εἶναι πολλῷ, ὃς τὸ τοῦ Ξάνθου σχῆμα οὐκ ἔχεις, ἀλλ’ ὑποκαίεις σπινθῆρσι λόγων τὴν τοῦ δεσπότου ὀργὴν καὶ παροξύνεις δεσπότην κατ’ οἰκέτου. τοῦτο δέ ἐστιν οὐκ ἰδιοπράγμονος ἀνθρώπου ἀλλὰ περιέργου, τὸ εἰς ἀλλότριον ἑαυτὸν ἐμβαλεῖν πρᾶγμα.» ... (65) Τῇ ἑξῆς ὁ Ξάνθος εἶπεν τῷ Αἰσώπῳ· «ἀπελθὼν ἴδε εἰ πολλοί εἰσιν ἄνθρωποι εἰς τὸ βαλανεῖον.» Αἴσωπος πορευόμενος ὑπηντήθη τῷ στρατηγῷ. ὁ στρατηγὸς γινώσκων τὸν Αἴσωπον λέγει αὐτῷ· «Αἴσωπε, ποῦ ὑπάγεις;» Αἴσωπος εἶπεν· «οὐκ οἶδα.» ὁ στρατηγὸς εἶπεν· «ἐρωτῶ σε ποῦ ὑπάγεις καὶ λέγεις οὐκ οἶδα;» Αἴσωπος εἶπεν· «οὐκ οἶδα, μὰ τὰς Μούσας.» ὁ στρατηγὸς ἐκέλευσεν αὐτὸν ἀπαγάγαι ἐν τῇ φυλακῇ. Αἴσωπος λέγει· «δέσποτα, ὁρᾷς ὅτι καλῶς σοι εἶπον, μὴ εἰδὼς ὅτι εἰς φυλακὴν ἀπαχθήσομαι.» ὁ στρατηγὸς καταπλαγεὶς ἀπέλυσεν αὐτόν. (66) Αἴσωπος ἀπελθὼν εἰς τὸ βαλανεῖον εἶδεν πολὺν ὄχλον τῶν λουομένων καὶ πρὸ τῆς εἰσόδου τοῦ βαλανείου λίθον κείμενον—ἀμελῶς τε ἔκειτο—καὶ τὸν καθ’ ἕνα τῶν εἰσιόντων προσκόπτοντα καὶ καταρώμενον τὸν τεθεικότα τὸν λίθον, μηδένα δὲ μετατιθέντα τὸν λίθον. ἔτι δὲ αὐτοῦ θαυμάζοντος ἐπὶ τῇ τῶν προσκοπτόντων ἀνοίᾳ, εἷς προσκόψας· «κακῶς» φησιν· «γένοιτο τῷ τεθεικότι τὸν λίθον ἐνθάδε,» καὶ μεταθεὶς τὸν λίθον εἰσῆλθεν. παραγενόμενος δὲ ὁ Αἴσωπος τῷ Ξάνθῳ λέγει· «δέσποτα, ἕνα ἄνθρωπον εὗρον ἐν τῷ βαλανείῳ.» ὁ Ξάνθος λέγει· «ἕνα; καιρός ἐστιν τὸ εὐρυχώρως λούσασθαι. ἆρον τὰ πρὸς βαλανεῖον.» καὶ εἰσελθὼν ὁ Ξάνθος καὶ θεασάμενος τὸν λουόμενον πολὺν ὄχλον λέγει· «Αἴσωπε, οὐκ εἶπάς μοι ‘ἕνα ἄνθρωπον εὗρον ἐν τῷ βαλανείῳ;’ » Αἴσωπος λέγει· «καὶ μάλα. ὁρᾷς τοῦτον τὸν λίθον; πρὸς τὴν εἴσοδον ἔκειτο καὶ πάντες οἱ λουόμενοι εἰς αὐτὸν προσέκοψαν, καὶ οὐδεὶς εἶχεν ἀνθρωπίνας φρένας μετατιθέναι τὸν λίθον. ἐπὶ πᾶσι τούτοις τοῖς προσκόψασιν ἄνθρωπος προσκόψας μετέθηκε τὸν λίθον εἰς τὸ μηκέτι τοὺς εἰσερχομένους τὸ αὐτὸ παθεῖν. ἐκεῖνον δοκιμάσας παρὰ τοὺς ἄλλους ἀνθρώπους ἄνθρωπον εἶναι, ἐδήλωσά σοι τὴν ἀλήθειαν.» Ξάνθος· «οὐδὲν παρὰ Αἰσώπου ἀργὸν πρὸς ἀπολογίαν ὧν ἁμαρτάνει.» (67) Λουσάμενος δὲ ὁ Ξάνθος καὶ καλέσας τὸν Αἴσωπον τὰ πρὸς τὸ δεῖπνον βαστάζειν παρεγένετο εἰς τὸ δεῖπνον. τοῦ δὲ πότου προκόπτοντος ἐνύσσετο τὸ κυλίδιον τοῦ Ξάνθου τῶν φυσικῶν καλούντων αὐτὸν εἰς ἀποχώρησιν. ἐξῆλθεν καὶ ὁ Αἴσωπος καὶ παρεστήκει ἔχων λέντιον καὶ ξέστην ὕδατος. καὶ ὁ Ξάνθος αὐτῷ· «δύνασαί μοι εἰπεῖν διὰ ποίαν αἰτίαν, ἐπὰν χέζωμεν, πυκνὰ εἰς τὸ ἀφόδευμα ἑαυτῶν βλέπομεν;» Αἴσωπος· «ὅτι κατὰ τοὺς πάλαι χρόνους βασιλέως υἱὸς ἐγένετο ὅστις διὰ τὴν σπατάλην καὶ τρυφὴν ἐπὶ πολὺν χρόνον ἐκαθέζετο χέζων, ἐπὶ τοσοῦτον δὲ χρόνον, ἄχρις οὗ ἐπιλαθόμενος τὰς ἰδίας φρένας ἔχεσεν. ἀπ’ ἐκείνου δὲ τοῦ χρόνου οἱ ἄνθρωποι χέζοντες ὑποκύπτουσιν φοβούμενοι μὴ καὶ αὐτοὶ τὰς ἰδίας φρένας χέσωσιν. σὺ δὲ μηδὲν ἀγωνία περὶ τούτου· οὐ μὴ γὰρ χέσῃς σου τὰς φρένας, οὐκ ἔχεις γάρ.» ... (69) καὶ εἷς τῶν σχολαστικῶν, ἰδὼν τὸν Ξάνθον ἐπιφερόμενον, λέγει· «καθηγητά, πάντα ἀνθρώπῳ δυνατά;» ὁ Ξάνθος· «τίς ἤρξατο τὸν ὑπὲρ ἀνθρώπου ποιεῖσθαι λόγον; ὡς πανοῦργον καὶ δυνατὸν ἐν πᾶσιν.» ὁ δὲ σχολαστικὸς δραμὼν εἰς τὰ ἀπόρρητα λέγει· «εἰ δύναταί τις τῶν ἀνθρώπων τὴν θάλασσαν ἐκπιεῖν;» ὁ Ξάνθος λέγει· «τοῦτο εὔκολον· ἐγὼ αὐτὴν ἐκπίομαι.» ὁ σχολαστικὸς εἶπεν· «ἐὰν οὖν μὴ ἐκπίῃς, τί ἐστιν;» ὁ Ξάνθος προνενικημένος ὑπὸ τοῦ πολλοῦ ἀκράτου φησίν· «τίθημι περὶ τοῦ βίου μου τὰς συνθήκας· ἐὰν μὴ ἐκπίωμαι αὐτὴν ἔσομαι ἄβιος.» προβαλόντες δὲ τοὺς δακτυλίους ἐκύρωσαν τὰς συνθήκας. Αἴσωπος παρὰ τοὺς πόδας τοῦ Ξάνθου ἑστηκὼς κόνδυλον αὐτῷ ἔδωκεν εἰς τὸν στράγαλον καί φησι· «τί ποιεῖς, δέσποτα; οὐ φρονεῖς; πῶς δύνασαι τὴν θάλασσαν ἐκπιεῖν;» ὁ Ξάνθος εἶπεν· «σιώπησον σύ, κάθαρμα,» οὐκ εἰδὼς ποταπὴν ἔθηκεν τὴν συνθήκην. (70) πρωίας δὲ ἀναστὰς ὁ Ξάνθος καὶ θέλων ἀπονίψασθαι τὴν ὄψιν φησίν· «Αἴσωπε.» ὁ δέ· «τί ἐστιν, δέσποτα;» ὁ Ξάνθος· «κατὰ χειρῶν ὕδωρ ἐπίδος.» Αἴσωπος λαβὼν τὸν ξέστην ἐπέχεεν. ὁ δὲ τὴν ὄψιν ἀπονιψάμενος, τὸ δακτύλιον οὐκ ἰδών φησιν· «Αἴσωπε, τί μου γέγονεν ὁ δακτύλιος;» Αἴσωπος· «οὐκ οἶδα.»Ξάνθος· «οὐᾶ.» Αἴσωπος· «τοιγαροῦν ὅσα δύνασαι τοῦ βίου σου λαθὼν αἶρε καὶ ἀπόθου εἰς δευτέρας τύχας· οὐκέτι γὰρ ὁ βίος σός ἐστιν.» ὁ δὲ Ξάνθος· «τί λέγεις;»Αἴσωπος· «παρὰ τὸν χθὲς πότον συνθήκας τέθεικας τὴν θάλασσαν ἐκπιεῖν, ὑπὲρ τοῦ βίου σου τὸν δακτυλίσιον προβαλών.» ὁ Ξάνθος· «καὶ πῶς δυνήσομαι ἐγὼ τὴν θάλασσαν ἐκπιεῖν;» Αἴσωπος εἶπεν· «ἐγὼ ἑστώς σου πρὸς τοὺς πόδας ἔλεγον ‘παῦσαι, δέσποτα. τί ποιεῖς; ἀδύνατόν ἐστι.’ καὶ οὐκ ἐπίστευσάς μοι.» Ξάνθος πεσὼν πρὸς τοὺς πόδας τοῦ Αἰσώπου φησίν· «δέομαί σου, Αἴσωπε, εἰ δυνατόν σοι διὰ τῆς σεαυτοῦ ἀγχινοίας, εὑρεῖν τινα πρόφασιν, δι’ ἧς νικήσω ἢ τὰς συνθήκας διαλύσομαι.»Αἴσωπος· «νικῆσαι μὲν οὐ δύναμαι, λυθῆναι δὲ τὸ ἐρωτώμενον ἐγὼ ποιήσω.»Ξάνθος· «τίνα τρόπον; δὸς γνώμην.» (71) Αἴσωπος· «ὅταν ἔλθῃ ὁ συνθηκοφύλαξ σὺν τῷ ἀντιδίκῳ λέγων σοι τὴν θάλασσαν ἐκπιεῖν, μηδὲν ἀπαρνοῦ, ἀλλ’ ἅπερ παροινῶν ἔθου ταῦτα καὶ νήφων λέγε. ἆρον τράπεζαν, κέλευσον παρατεθῆναι καὶ παιδία παριστάναι. τοῦτο ποιήσει τινὰ φαντασίαν· συνδραμεῖται γὰρ πᾶς ὁ ὄχλος ἐπὶ τὴν θέαν, ὡς μέλλοντός σου τὴν θάλασσαν ἐκπίνειν. ὅταν δὲ ἴδῃς ὅτι πάντα πεπλήρωνται τοῦ ὄχλου ἐπὶ τὴν θέαν συνδραμόντος, πλήσας σκύφον ἐκ τῆς θαλάσσης καὶ προσκαλεσάμενος τὸν συνθηκοφύλακα λέγε ‘πῶς ἔθηκα τὴν συνθήκην;’ καὶ ἐρεῖ σοι ‘ἵνα τὴν θάλασσαν ἐκπίῃς.’ σὺ δὲ εἰπέ ‘μή τι ἕτερον;’ καὶ ἐρεῖ σοι ‘οὔ.’ σὺ δὲ τοῦτο μαρτυρούμενος λέγε ‘ἄνδρες πολῖται, πολλοί εἰσιν ποταμοὶ χείμαρροί τε ἀένναοι, οἵτινες εἰς τὴν θάλασσαν ἀπορρέονται τὸ πολὺν τοῦ ῥεύματος. τέθεικα δὲ συνθήκην μόνην τὴν θάλασσαν ἐκπιεῖν, οὐχὶ δὲ καὶ πρὸς τοὺς ἐπιρρέοντας ποταμούς· κλεισάτω οὖν ὁ ἀντίδικος τὰ στόματα τῶν ποταμῶν, ἵνα τὴν θάλασσαν μόνην ἐκπίω. ἀδύνατον δέ ἐστιν τῶν καθόλου ὄντων εἰς τὸν κόσμον ποταμῶν τὰ στόματακλεῖσαι· ἀδύνατον δέ ἐστιν καὶ ἐμὲ τὴν θάλασσαν ἐκπιεῖν.’ οὕτως τὸ ἀδύνατον τῷ ἀδυνάτῳ συμβληθὲν διάλυσιν τῶν συνθηκῶν ποιήσει.»