Digenis Akritis E. Jeffreys, Digenis Akritis. The Grottaferrata and Escorial versions [Cambridge Medieval Classics 7. Cambridge: Cambridge University Press, 1998]. Grottaferratská verze <Βασιλείου Διγενοῦς Ἀκρίτου λόγος πρῶτος> Ἔπαινοι καὶ τρόπαια κατορθωμάτων (1) τοῦ τρισμάκαρος Ἀκρίτου Βασιλείου, τοῦ ἀνδρειοτάτου τε γενναιοτάτου, ἰσχὺν ἔχοντος παρὰ Θεοῦ ὡς δῶρον καὶ κατατροπώσαντος πᾶσαν Συρίαν, (5) τὴν Βαβυλῶνα, Χαρζιανήν τε ὅλην, Ἀρμενίαν τε καὶ τὴν Καππαδοκίαν, τὸ Ἄμόριν τε καὶ τὸ Ἰκόνιν ἅμα, τὸ περίφημον καὶ μέγα κάστρον ἔτι, τὸ δυνατόν τε καὶ κατωχυρωμένον, (10) τὴν Ἄγκυραν λέγω τε καὶ πᾶσαν Σμύρνην, καὶ τὰ παρὰ θάλασσαν καθυποτάξας. Δηλώσω σοι γὰρ τὰς αὐτοῦ πράξεις ἄρτι ἃς εἰργάσατο ἐν τῷ παρόντι βίῳ, πῶς πολεμιστὰς δυνατοὺς καὶ ἀνδρείους (15) κατεπτόησε καὶ πάντα τὰ θηρία, ἔχων συνεργοῦσαν τε Θεοῦ τὴν χάριν, καὶ Θεοτόκου τῆς ἀκαταμαχήτου καὶ τῶν ἀγγέλων ἅμα καὶ ἀρχαγγέλων, τῶν ἀθλοφόρων καὶ μεγάλων μαρτύρων, @1 (20) Θεοδώρων τε τῶν πανενδοξοτάτων, τοῦ στρατηλάτου καὶ τοῦ τίρωνος ἅμα, τοῦ πολυάθλου γενναίου Γεωργίου, καὶ θαυματουργοῦ καὶ μάρτυρος μαρτύρων ἐνδοξοτάτου Δημητρίου, προστάτου (25) τοῦ Βασιλείου καὶ καύχημα καὶ κλέος τοῦ νικοποιοῦ ἐν τοῖς ὑπεναντίοις Ἀγαρηνοῖς τε καὶ τοῖς Ἰσμαηλίταις, Σκύθοις βαρβάροις τοῖς λυσσῶσιν ὡς κύνες. Ἦν ἀμιρᾶς τῶν εὐγενῶν πλουσιώτατος σφόδρα (30) φρονήσεώς τε μέτοχος καὶ ἀνδρείας εἰς ἄκρον, οὐ μέλας ὡς Αἰθίοπες, ἀλλὰ ξανθός, ὡραῖος, ἀνθῶν ἄρτι τὸ γένειον εὐπρεπέστατον, σγοῦρον. Εἶχεν ὀφρύδιν πεπανὸν καθάπερ πεπλεγμένον· βλέμμα γοργόν, ἐνήδονον, πλήρης ἔρωτος γέμον, (35) ὡς ῥόδον ἐξανέτειλεν ἐν μέσῳ τοῦ προσώπου· ὡς κυπαρίσσιν ἔμνοστον τὴν ἡλικίαν ἔχων, εἶπεν ἄν τις ἰδὼν αὐτὸν εἰκόνι ἐοικέναι· σὺν τούτοις ἀκατάμαχον τὴν ἰσχὺν κεκτημένος καθ’ ἑκάστην ἐσχόλαζεν εἰς θηρίων πολέμους· (40) τόλμην πειράζων τὴν αὑτοῦ καὶ ἀνδρείαν θαυμάζων ὡς θαῦμα πᾶσι προὔκειτο τοῖς αὐτὸν καθορῶσι. Δεινὸν δὲ πρᾶγμα πέφηνεν εἰς τοὺς νέους ἡ δόξα. Τῷ γὰρ πλουτεῖν διεπαρθεὶς καὶ ὄγκῳ τῆς ἀνδρείας στρατολογεῖν ἀπήρξατο Τούρκους καὶ Διλεμίτας, (45) Ἀραβίτας τε ἐκλεκτοὺς καὶ πεζοὺς Τρωγλοδύτας· εἶχε καὶ τοὺς ἀγούρους του χιλίους γουλαμίους, ἀδνουμιάτας ἅπαντας ἐπαξίως ῥογεύσας. †Ἐξέπνευσε† πνέων θυμοῦ κατὰ τῆς Ῥωμανίας· τὰ μέρη δὲ καταλαβὼν χώρας τοῦ Ἡρακλέος (50) πόλεις ἠρήμωσε πολλὰς ἐρήμους καταστήσας @1 καὶ πλήθη ᾐχμαλώτευσε λαοῦ ἀναριθμήτου, ἀπροφυλάκτων τῶν μερῶν ἐκείνων τυγχανόντων (οἱ γὰρ ἐκεῖ φυλάσσοντες ἔτυχον εἰς τὰς ἄκρας) καὶ ὡς ἐκ τούτου ἄδειαν μεγάλην συναντήσας, (55) διαδραμὼν Χαρζιανὴν Καππαδοκίαν φθάνει καὶ εἰς οἶκον τοῦ στρατηγοῦ ἀθρόως ἐπιπίπτει. Τὰ δὲ πραχθέντα ἐν αὐτῷ τίς εἰπεῖν ἐξισχύσει; Πάντας γὰρ ἐθανάτωσε τοὺς ἐκεῖ εὑρεθέντας, πλοῦτον ἀφείλετο πολύν, ἐσκύλευσε τὸν οἶκον (60) καὶ κόρην ᾐχμαλώτευσε πάνυ ὡραιοτάτην, θυγατέρα τοῦ στρατηγοῦ, τυγχάνουσαν παρθένον. Ὑπῆρχε δὲ ὁ στρατηγὸς ἐν ἐξορίᾳ τότε καὶ οἱ τῆς κόρης ἀδελφοὶ ἔτυχον εἰς τὰς ἄκρας. Ἡ μήτηρ δὲ τὰς τῶν ἐθνῶν ἀποφυγοῦσα χεῖρας (65) ἅπαντα γράφει παρευθὺς τοῖς υἱοῖς τὰ συμβάντα, τὴν τῶν ἐθνῶν τὴν ἔλευσιν, τὴν ἁρπαγὴν τὴς κόρης, τῆς φιλτάτης τὸν χωρισμόν, τῶν συμφορῶν τὸ πλῆθος. Προσέθηκε δὲ τῇ γραφῇ καὶ τάδε μετὰ θρήνων: «Ὦ τέκνα ποθεινότατα, οἰκτείρατε μητέρα (70) ψυχὴν ἀθλίαν ἔχουσαν καὶ μέλλουσαν τεθνάναι· ἀγάπης μνημονεύσατε ἀδελφῆς τῆς ἰδίας, ἐλευθερῶσαι σπεύσατε ἀδελφὴν καὶ μητέρα, τὴν μὲν δουλείας τῆς πικρᾶς, κἀμὲ δὲ τοῦ θανάτου. Δώσωμεν πᾶσαν ὕπαρξιν ἕνεκεν τῆς φιλτάτης· (75) ζωὴν μὴ προτιμήσητε διὰ τὴν ἀδελφήν σας, ἀδελφὴν ἐλεήσατε, τέκνα μου, τὴν ἰδίαν, ἀπέλθετε μετὰ σπουδῆς εἰς ἀνάρρυσιν ταύτης· εἰ δ’ οὔ, θανοῦσαν ὄψεσθε μητέρα ὑπὲρ τέκνου καὶ τὴν κατάραν τὴν ἐμὴν λήψεσθε καὶ πατρῴαν, (80) εἰ τοῦτο οὐ ποιήσητε καθὼς ὑμῖν ὑπέσχον.» Οἱ δὲ ταῦτα ἀκούσαντες, στενάξαντες ἐκ βάθους καὶ δακρύων κατάβροχοι οἱ πέντε γεγονότες, ἀλλήλους προεπέμποντο τοῦ ἀπελθεῖν σπουδαίως, «Ἂς ἀπέλθωμεν,» λέγοντες, «σφαγῶμεν ὑπὲρ ταύτης.» @1 (85) Εὐθὺς ἵππων ἐπέβησαν καὶ ᾤχοντο τοῦ δρόμου συνεπομένους ἔχοντες ὀλίγους στρατιώτας· καὶ μηδὲν ἀμελήσαντες, ὕπνου μὴ κορεσθέντες, διὰ βραχέων ἡμερῶν ἔφθασαν τὰ φουσσᾶτα εἰς τὴν κλεισοῦραν τὴν δεινὴν ἣν Δύσκολον καλοῦσι· (90) καὶ μακρόθεν πεζεύσαντες ἔνθα τὰς βίγλας εὗρον, δι’ ὑπομνήσεως αὐτῶν δεήσεως ἐγγράφου ἤχθησαν πρὸς τὸν ἀμιρᾶν τῇ ἐκείνου προστάξει. Ὑπῆρχε δὲ καθήμενος ἐφ’ ὑψηλοῦ του θρόνου, χρυσοκολλήτου, φοβεροῦ, ἀπέξωθεν τῆς τένδας· (95) κύκλῳ αὐτοῦ παρίσταντο πλήθη ἀνδρῶν ἐνόπλων. Καὶ πλησίον γενόμενοι, ἀκούει τούτων λόγους, καὶ προσκυνήσαντες αὐτὸν μέχρι τρίτου ἐδάφους μετὰ δακρύων ἔλεγον τῷ ἀμιρᾷ τοιάδε: «Ἀμιρᾶ, δοῦλε τοῦ Θεοῦ καὶ πρῶτε τῆς Συρίας, (100) νὰ φθάσῃς εἰς τὴν Πάνορμον, ἴδῃς τὸ μασγιδίον, νὰ προσκυνήσῃς, ἀμιρᾶ, τὸν κρεμάμενον λίθον, καὶ ἀξιωθῇς ἀσπάσασθαι τὸ μνῆμα τοῦ Προφήτου, νὰ ἀκούσῃς <καὶ> τῆς προσευχῆς τῆς καθιερωμένης. Κόρην τερπνὴν ἀφήρπαξας, ἀδελφὴν ἡμετέραν· (105) πώλησον ταύτην πρὸς ἡμᾶς, δοῦλε Θεοῦ ὑψίστου, καὶ ἀντ’ αὐτῆς σοι δώσομεν πλοῦτον ὅσον κελεύεις. Θρηνεῖ γὰρ δι’ αὐτὴν ὁ πατὴρ ὡς μὴ ἔχων ἑτέραν, θανεῖν ἡ μήτηρ βούλεται ταύτην μὴ καθορῶσα, ἡμεῖς δὲ πόθον ἄπειρον πρὸς αὐτὴν κεκτημένοι (110) πάντες ἐπωμοσάμεθα ὅρκοις φρικωδεστάτοις, ἂν τὴν οὐχ ὑποστρέψωμεν, καὶ οἱ πάντες νὰ σφαγῶμεν.» @1 Ἀκούων ταῦτα ὁ ἀμιρᾶς καὶ τὴν τόλμην θαυμάσας πρὸς τὸ μαθεῖν δῆτα στερεῶς εἰ τυγχάνουν ἀνδρεῖοι (ἀκριβῶς γὰρ ἠπίστατο τὴν τῶν Ῥωμαίων γλῶτταν), (115) ἠρέμα ἀπεκρίνατο λέγων αὐτοῖς τοιάδε: «Εἰ ποθεῖτε τὴν ἀδελφὴν ποιῆσαι ἐλευθέραν, εἷς χωρισθήτω ἀφ’ ὑμῶν ὃν ἔχετε γενναῖον, καὶ ἂς καβαλλικεύσωμεν ἐγώ τε καὶ ἐκεῖνος, καὶ ἂς μονομαχήσωμεν ἐγώ τε καὶ ἐκεῖνος. (120) Καὶ εἰ μὲν τρέψω τον ἐγώ, δούλους ὑμᾶς νὰ ἔχω· εἰ δὲ κἀκεῖνος τρέψει με, χωρὶς λόγου παντοίου νὰ λήψεσθε τὴν ἀδελφὴν μηδὲν ζημιωθέντες καὶ ἕτερα αἰχμάλωτα παρ’ ἐμοῦ εὑρεθέντα. Ἄλλως γὰρ οὐ πεισθήσομαι τὴν ἀδελφὴν παρέξαι, (125) εἰ καὶ τὸν πλοῦτον δώσητε πάσης τῆς Ῥωμανίας. Ἀπέλθετε, σκοπήσατε ὅπερ ὑμῖν συμφέρει.» Εὐθὺς ἐξῆλθον ἅπαντες χαίροντες τῇ ἐλπίδι· ἀλλ’ ἵνα μὴ φιλονεικοῦν ποῖος νὰ πολεμήσῃ, λαχνοὺς θεῖναι προέκριναν καὶ ἔλυσαν τὴν ἔριν· (130) ἔλαχε δὲ τὸν ὕστερον τὸν μικρὸν Κωνσταντῖνον, ὃς δίδυμος ἐτύγχανε μετὰ τῆς αὐταδέλφης. Ὁ πρῶτος νουθετῶν αὐτὸν ἤλειφε πρὸς ἀγῶνας, «Μὴ ὅλως,» λέγων, «ἀδελφέ, φωναὶ καταπτοήσουν, μὴ κρότοι δειλιάσωσι, πληγαί σε ἐκφοβήσουν· (135) κἂν γυμνὸν ἴδῃς τὸ σπαθίν, φυγεῖν οὕτω μὴ δώσῃς, κἂν ἄλλο τι δεινότερον εἰς τροπὴν μὴ ἐκφύγῃς· νεότητος μὴ φεῖσαι σῆς παρὰ μητρὸς κατάραν ἧς εὐχαῖς στηριζόμενος τὸν ἐχθρὸν καταβάλῃς· οὐ γὰρ παρόψεται Θεὸς δούλους ἡμᾶς γενέσθαι. (140) Ἄπιθι, τέκνον, εὔθυμον, μὴ δειλιάσῃς ὅλως.» Escorialská verze «Κρότοι καὶ κτύποι καὶ ἀπειλαὶ μὴ σὲ καταπτοήσουν, μὴ φοβηθῆς τὸν θάνατον παρὰ μητρὸς κατάραν· μητρὸς κατάραν φύλαττε καὶ μὴ πληγὰς καὶ πόνους. Μέλη μέλη ἂν σὲ ποιήσουσιν, βλέπε ἐντροπὴν μὴ ποιήσης. Τοὺς πέντε ἂς μᾶς φονεύσουσιν καὶ τότε ἂς τὴν ἐπάρουν. (6) Μόνον προθύμως ἔξελθε εἰς τοῦ ἀμιρᾶ τὴν τόλμην. Τὰ δύο σου χέρια φύλαττε καὶ ὁ Θεὸς νὰ μᾶς βοηθήση.» Καὶ ὁ ἀμιρὰς ’καβαλίκευσεν, εἰς αὖτον ὑπαγαίνει. Φαρὶν ἐκαβαλίκευσεν φιτυλὸν καὶ ἀστεράτον· (10) ὀμπρὸς εἰς τὸ μετώπιν του χρυσὸν ἀστέραν εἶχεν, τὰ τέσσερά του ὀνύχια ἀργυροτσάπωτα ἦσαν, καλιγοκάρφια ὁλάργυρα ἦτον καλιγωμένον, ἡ οὐρά του σμυρνομένη <ἦτον>, μὲ τὸ μαργαριτάριν. Πρασινορόδινος ἀετὸς ’ς τὴν σέλαν ἐξοπίσω (15) καὶ ἰσκιάζει τὰς κουτάλας του ἐκ τοῦ ἥλιου τὰς ἀκτίνας. Κοντάριν ἐμαλάκιζε βένετον, χρυσωμένον. Καὶ τότε πάλιν ὁ ἀμιρὰς τοῦτον τὸν λόγον λέγει: «Ἀπὸ πολὺν <τὸν> πόλεμον καὶ ἀπὸ δοκιμασίας καὶ πάλιν ἔχω ἀποδοχὴν νὰ ἐπάρω του τὸ νίκος.» (20) Σαρακηνὸς ἐλάλησεν τὸν ἀμιρὰν τῆς γλώσσης: «Αὐτό, ἀμιρά, μὴ τὸ γελᾶς, μὴ τὸ κατονειδίζης· «Αὐτό, ἀμιρά, μὴ τὸ γελᾶς, μὴ τὸ κατονειδίζης· ἐγὼ παιδὶν καλὸν θεωρῶ καὶ δυνατὸν πολέμου, καὶ ἂν ἔχη καρδίαν ὁ ἄγουρος γλήγορα νὰ γυρίζη, τὴν τόλμην του τὴν θεωρῶ (25) νὰ ἐπάρη καὶ τὸ ἀδέλφι του καὶ ὅλον μας τὸ κοῦρσος»— @1 σπεύδει γὰρ καὶ ὁ φθόνος του μὴ καὶ εἰς δειλίαν τὸν φέρη. (28) Ταχέως ἐκαβαλίκευσαν, ’ς τὸν κάμπον κατεβαίνουν. (27) Σαρακηνὸς ἐλάλησεν τὸν ἀμιρὰν τῆς γλώσσης: (30) «Πίασε, μούλε, τὸν ἄγουρον, ταχέως νὰ τὸν νικήσης· αὐτὸς σκυλὶ Ρωμαῖος ἔν’, μὴ σὲ κακοδικήση.» (29) Εὐθὺς ἐκαβαλίκευσαν, ’ς τὸν κάμπον κατεβαίνουν. (32) Ὡς δράκοντες ἐσύριζαν καὶ ὡς λέοντες ἐβρυχοῦντα καὶ ὡς ἀετοὶ ἐπέτουντα, καὶ ἐσμίξασιν οἱ δύο· καὶ τότε νὰ ἰδῆς πόλεμον καλῶν παλληκαρίων. (35) Καὶ ἀπὸ τῆς μάχης τῆς πολλῆς κροῦσιν διασυντόμως· καὶ ἀπὸ τὸν κτύπον τὸν πολὺν καὶ ἀπὸ τὸ δὸς καὶ λάβε οἱ κάμποι φόβον εἴχασιν καὶ τὰ βουνιὰ ἀηδονοῦσαν, τὰ δένδρη ἐξεριζώνουντα καὶ ὁ ἥλιος ἐσκοτίσθη. Τὸ αἷμαν ἐκατέρεεν εἰς τὰ σκαλόλουρά των (40) καὶ ὁ ἵδρος τους ἐξέβαινεν ἀπάνω ἀπ’ τὰ λουρίκια. Ἦτον <καὶ> γὰρ τοῦ Κωνσταντῆ γοργότερος ὁ μαῦρος, καὶ θαυμαστὸς νεώτερος ἦτον ὁ καβελάρης· κατέβηκε εἰς τὸν ἀμιρὰν καὶ κρούει του ραβδέα καὶ τότε ἐχέρισε ὁ ἀμιρὰς νὰ τρέμη καὶ νὰ φεύγη. (45) Σαρακηνὸς ἐλάλησεν τὸν ἀμιρὰν τῆς γλώσσης: «Πίασε, μούλε, τὸν ἄγουρον, ταχέως νὰ τὸν νικήσης, μὴ εἰς σύντομόν του γύρισμα πάρη τὴν κεφαλήν σου· αὐτὸς καλὰ σ’ ἐσέβηκεν, τώρα νὰ σὲ γκρεμνίση. Ἐγώ, μούλε, οὐ τὸ ἐγνοιάζομαι νὰ τὸν καταπονέσης, (50) ἀλλὰ μὴ τὸ καυχάσεται ὅτι ἔτρεψεν φουσάτα.» Καὶ ὁ ἀμιρὰς ὡς τὸ ἤκουσεν, μακρέα τὸν ἀποξέβην, ἔριψεν τὸ κοντάριν του καὶ δάκτυλον τοῦ δείχνει καὶ μετὰ τοῦ δακτύλου του τοιοῦτον λόγον λέγει: @1 «Ζῆς, νὰ χαίρεσαι, νεώτερε, ἐδικόν σου ἔν’ τὸ νίκος.» (55) Τὸν λόγον οὐκ ἐπλήρωσεν, ἐστράφη ἐντροπιασμένος, καὶ ὁ Κωνσταντίνος <ὁ μικρὸς> ὑπάει εἰς τοὺς ἐδικούς του. Καὶ οἱ πέντε ἐκαβαλίκευσαν, ’ς τὸν ἀμιρὰν ὑπάγουν: «Ὦ ἀμιρά, πρωταμιρὰ καὶ πρῶτε τῆς Συρίας, ὦ ἀμιρά, δοῦλε Θεοῦ, πλήρωσον ὡς μᾶς εἶπες, (60) καὶ δεῖξε μας τὸ ἀδέλφιν μας νὰ χαροῦν οἱ ψυχές μας.»