Βίος Βασιλείου / Život Basileia I. Edice: I. Bekker, Theophanes Continuatus, Ioannes Cameniata, Symeon Magister, Georgius Monachus [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1838] 5 (...) ἐγένετο δέ τι περὶ αὐτὸν εὐθὺς κατὰ τὴν πρώτην ἡλικίαν θαυμάσιον, τὴν εἰς ὕστερον τύχην παραδηλοῦν, ὅπερ οὐ θέμις οἶμαι σιγῇ παρελθεῖν. τῷ γὰρ καιρῷ τοῦ θέρους τῶν τούτου γονέων ἐπὶ τὸν ἴδιον ἐξελθόντων ἀγρὸν καὶ τοῖς θερισταῖς ἐπιστατούντων καὶ διεγειρόντων συντόνως ἐργάζεσθαι, ὡς περὶ πλήθουσαν ἀγορὰν ἡ ἡμέρα προέκοπτε καὶ ὁ ἥλιος ἤδη σφοδρότερον ταῖς μεσημβριναῖς ἀκτῖσιν ἐπέφλεγεν, οἱονεί τινα σκηνὴν ἐκ τοῦ συνδέσμου τῶν ἀσταχύων σκευάσαντες ἐν ταύτῃ τὸν παῖδα κοιμηθησόμενον ἔθεντο, ὅπως τῆς ἀπὸ τοῦ ἡλίου θέρμης ἀβλαβῶς διέλθῃ τὸν καύσωνα. ἐν δὲ τῷ ἐκείνους ἐνασχολεῖσθαι τοῖς θερισταῖς ἀετὸς ἐπικαταπτὰς καὶ ἄνωθεν ἐπικαθίσας ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐσκίαζεν. ἀρθείσης δὲ παρὰ τῶν ἰδόντων φωνῆς ὅτι ὄλεθρον ἴσως ἐπάξει ὁ ἀετὸς τῷ παιδί, ἡ μήτηρ εὐθὺς οἷα μήτηρ φιλόστοργος καὶ φιλότεκνος πρὸς τὸν παῖδα ἐξέδραμεν. ἰδοῦσα δὲ τὸν ἀετὸν σκιὰν ταῖς πτέρυξι τῷ παιδίῳ περιποιούμενον, καὶ μηδὲ πρὸς τὴν ταύτης ἐκπλαγέντα ἐπέλευσιν ἀλλ’ ὥσπερ χαριέντως πρὸς αὐτὴν ἀτενίζοντα, οὐκ ἠδυνήθη κατὰ τὸ πρόχειρον εἰς κρείττονα πεσεῖν λογισμόν, ἀλλὰ λίθον ἔβαλε κατ’ αὐτοῦ· καὶ οὕτως ἀνέπτη ὁ ἀετὸς καὶ ὡς ἔδοξεν ἀπεχώρησεν. ἐκείνης δὲ αὖθις πρὸς τὸν ἄνδρα καὶ τοὺς ἐργάτας ὑποστρεψάσης, ὁ ἀετὸς κατὰ τὸ πρότερον σχῆμα παρῆν τὸ παιδίον ἐπισκιάζων, καὶ πάλιν ὁμοίως ἡ φωνὴ παρὰ τῶν θεατῶν, καὶ ἡ μήτηρ πρὸς τὸ παιδίον, καὶ τῇ βολῇ τοῦ λίθου ὁ ἀετὸς ἀποσοβούμενος, καὶ ἡ τῆς μητρὸς πρὸς τοὺς ἐργαζομένους ἐπιστροφή. ἐναργέστερον δὲ ἄρα τῆς προνοίας δηλῶσαι θελησάσης ὅτι οὐ κατά τινα τύχης αὐτοματισμὸν ἀλλὰ θείᾳ προγνώσει τὸ τελούμενον δείκνυται, ἐκ τρίτου συνέβη τὰ ὅμοια, ὁ ἀετὸς ἐπὶ τὸ παιδίον, οἱ θεωροῦντες βοῶντες, καὶ ἡ μήτηρ ἐπὶ τὸν ἀετόν, καὶ ὁ ἀετὸς πρὸς βίαν καὶ μόλις ἀπαλλαττόμενος. οὕτω τῶν μεγάλων πραγμάτων ἀεὶ πόρρωθεν ὁ θεὸς προκαταβάλλεταί τινα σύμβολα καὶ τεκμήρια τῶν εἰς ὕστερον.