E. Jeffreys and M. Papathomopoulos, Ὁ Πόλεμος τῆς Τρωάδος [Βυζαντινὴ καὶ Νεοελληνικὴ Βιβλιοθήκη 7. Ἀθήνα: Μορφωτικὸ Ἵδρυμα Ἐθνικῆς Τραπέζης, 1996] Ἀρχὴ τῆς Τρωάδος Ἦν τις Ἑλλήνων βασιλεύς, εὐγενικός, ἀνδρεῖος, (1) πλούσιος καὶ πανευτυχής, χώρας δὲ Μυρμιδόνων. Οὗτος ὑπῆρχεν ὁ πατὴρ τοῦ λαμπροῦ Ἀχιλλέως· εἶχε δὲ καὶ αὐτάδελφον ἐν τῇ Πελοποννήσῳ· Τελαμώνιος ἐλέγετον τὸ ὄνομα ἐκείνου. (5) Οὗτος ὁ Τελαμώνιος εἶχεν υἱὸν ἀνδρεῖον, τὸν Ἰασοῦν τὸν πάγκαλον, εὐγενικὸν καὶ μέγαν. Εἶχε μεγάλην δύναμιν, εἶχε μεγάλην φρόνα καὶ εἰς πολλὰ βασίλεια, διὰ πολλὰς ἀνδρείας, ἀκουστὸς καὶ ἐγνώριμος ὑπῆρχεν εἰς τοὺς πάντας. (10) Οἱ πάντες ἀγαποῦσαν τον, τιμὴν εἶχε μεγάλην· δύναμιν εἶχεν ἰσχυρήν, πάντες δι’ αὐτὸν ἐλέγαν. Ὡς εἶδε τοῦτον Πήλεος, ὡς ἔβλεπε τὸ πρᾶγμα, τὸν Ἰασοῦν αὐξάνοντα ἀπὸ πολλῶν εἰς πλέον, φόβον εἶχεν ἀπόρρητον μήπως ἐξαναστάντος (15) ἐπάρῃ τὸ βασίλειον καὶ τοῦτον ἐξηβάλῃ· ὅτι, ἂν ζήσῃ Ἰασοῦς καὶ μόνον ἠθελήσῃ, εὐκόλως τὸ βασίλειον ἐπάρῃ ἀπ’ ἐκεῖνον· ὁ δὲ Ἀχιλλεὺς μειράκιον μικρὸν τότε ὑπῆρχε. Σκοπὸν εἶχεν ὁ Πήλεος πάντοτε εἰς τὸ πρᾶγμα· @1 (20) τρόπον πολλὰ ἐγύρευε κρυφὰ νὰ τὸν φονεύσῃ. Τὸν δόλον ἔσω ἔκρυπτεν, ἔξωθεν δὲ τὸ φίλτρον καὶ πρόσωπον χαροποιὸν ἔδειχνεν εἰς ἐκεῖνον. Ἐν τοῖς ἐκείνοις δὲ καιροῖς ὑπῆρχε μέγα θαῦμα· ἦτον ἡ νῆσος τῆς Κολκοῦ· ἐν ταύτῃ δὲ τῇ νήσῳ (25) ὑπῆρχε θαυμαστὸς κριός· εἶχε χρυσῆν τὴν τρίχαν. Οὐδεὶς εὑρίσκετον ποτὲ οὕτως εἰς τὴν ἀνδρείαν, ὃς ἐδυνήθηκε ποσῶς ταύτην νὰ τὴν ἐπάρῃ. Πολλοὶ γὰρ ἠθελήσασιν ἑαυτοὺς δοκιμάσαι· εἰς ῥιζικὸν ἐβάλθησαν τάχα νὰ τὴν ἐπάρουν. (30) Ἀλλὰ ὅσοι καὶ ἂν ἐτόλμησαν ἀπελθεῖν ἐν τῇ νήσῳ, οὐδεὶς αὐτῶν ὑπέστρεψεν, ὡς ἱστορία λέγει. Τὸν γοῦν σκοπὸν τὸν κάκιστον ὃν εἶχεν ὁ Πηλέος πρὸς τὸν αὐτοῦ ἀνεψιόν, τὸν Ἰασοῦν ἐκεῖνον, πάντα κρυφὰ ἐγύρευε πῶς νὰ τὸν ἐξορθώσῃ, (35) καὶ πᾶσαν δολιότητα ἔθησε στὸν σκοπόν του. Οὐδένα εὗρεν εὔκολον πῶς νὰ τὸν θανατώσῃ· μόνον καὶ τοῦτον κρείττονα ἐξέλεξε τῶν ὅλων, τὸν Ἰασοῦν ἂν πείσειεν ἀπελθεῖν ἐν τῇ νήσῳ, ἀμέριμνος νὰ γένηται· ποτὲ οὐκ ἀναστρέφει· (40) ἂν γὰρ ἀπέλθῃ Ἰασοῦς, ἀληθινὸν τὸ πρᾶγμα, κακῶς ἐκεῖ ἀπόλλυται, οὐ μὴ ἐπαναστρέψῃ. É. Legrand, Ἰλιάδος Ῥαψωιδίαι ΚΔʹ La Guerre de Troie: poéme du XIVe siécle en vers octosyllabes par Constantin Hermoniacos, Paris: J. Maisonneuve, 1890 λαʹ. Ὅρα τὴν ἀρχὴν τῆς ἀφηγήσεως τῆς ὁμηρικῆς βίβλου τῆς Ἰλιάδος. λβʹ. Ὅρα τὸν ἔπαινον τοῦ ἱερέως τοῦ Χρύσου, ὅταν ἐδόξαζεν τοὺς Ἕλληνας. Τὴν ὀργὴν ᾄδε καὶ λέγε, (19) ὦ καλοφθάλμη κυρία, (20) Ἀχιλλέως τοῦ ἀνδρείου, πῶς ἐγίνην ὀλεθρία, καὶ τοὺς ἀρίστους Ἀχαίους πῶς τὰς θλίψεις πεποίηκεν, καὶ πολλοὺς ἐκ τῶν τοιούτων (25) πῶς ἀπέστειλεν εἰς ᾅδην, καὶ κύνεσι καὶ ὀρνέοις πρὸς βορὰν τούτους ἐδῶκεν. Εἶτα τούτων ἀκουσάντων, ἡ καλόφθαλμος δεσποίνη (30) ἔφη πρὸς τὸν ἐρωτῶντα· τοῦ Διὸς γὰρ ἐπληρώθη ἤτοι γὰρ ἀνεβουλήθη. Πρῶτον γὰρ ἐκχωρισθέντες εἰς φιλονεικίαν ἦλθον @1 (35) ὅ τε βασιλεὺς Ἀτρείδης καὶ Ἀχίλλιος ταχύπους. Τοὺς αὐτοὺς δέ, δέσποινά μου, τίς ἠρέθισεν τὴν ἔριν καὶ τὴν μάχην ἐσυγκρότει; (40) Εἶτα πάλιν ἀπεκρίθη· ὁ υἱὸς τῆς καλλιμάχου τῆς Λητοῦς ἐνδοξοτάτης, ὅπερ ἔχει φυτοσπόρον τὸν Δίαν αὐτὸν τὸν μέγαν· (45) ὁ γὰρ βασιλεὺς αὐτὸς γάρ, χολωθεὶς ἐν τῇ καρδίᾳ ἐδιέγειρεν κακία καὶ τὸ πλῆθος ἀπωλέστην ἕνεκεν τὴν ὕβριν Χρύσου, (50) τοῦ Ἀπόλλωνος τὸν θύτην ὃν ἀτίμασεν Ἀτρείδης. Ὁ γοῦν ἱερεὺς ὁ Χρύσης ἦλθεν εἰς τὰς ναῦς Ἑλλήνων, ἵν’ αἰτήσῃ παρ’ ἐκείνων (55) τὴν ἰδίαν θυγατέραν καλλιπάρειον, ὡραίαν, ἀργυροῦ γὰρ καὶ χρυσίου φέρων πρὸς αὐτοὺς παντοῖα, @1 καὶ τὸ στέμμα γὰρ κατέχων (60) καὶ τὸ σκῆπτρον καὶ τὴν ῥάβδον τοῦ θεοῦ του τοῦ ἰδίου, καὶ δεινῶς παρακλητεύων ἅπαντας τοὺς μεγιστάνους [μάλιστα τὸν Ἀγαμέμνων] (64a) ἅμα σὺν τῷ αὐταδέλφῳ (65) λέγων πρὸς αὐτοὺς τοιαῦτα· βασιλεῖς, παῖδες Ἀτρέοι, (67) ταρσοπέδιλοι, κουρτέσοι, γαστροκνήμιδες, ὡραῖοι, ὡραιόμορφοι εἰς θέαν, (70) ἀπαράμιλλοι ἐν ἵπποις, ἀλλὰ δὴ κἐν τοῖς πεντάθλοις, κἐν πολέμοις τολμηροί μου, κἐν φρονήσει κἐν ἀνδρείᾳ, ἐξοχώτατοι ἐν πᾶσι (75) πάντων τῶν ἐθνῶν τῶν ἄλλων· @1 καὶ ἐσεῖς χαριτωμένοι πάντων τῶν Ἑλλήνων παῖδες, ὁ θεὸς ὁ παντοκράτωρ, ὁ εἰς οὐρανοὺς οἰκοῦντα, (80) δῷ ὑμῖν πορθῆσαι ταύτην τοῦ Πριάμου γὰρ τὴν πόλιν, εἶτα, τούτης πορθουμένης, εἰς τὴν χώραν τὴν ἰδίαν ὁ θεὸς νὰ ἀποσώσῃ (85) μετὰ πάσης εὐθυμίας καὶ χαρᾶς ὑπεραπείρου! Τὴν ἐμὴν δὲ θυγατέραν τὴν πολλά μου ποθουμένην ἀπόδοτε πρὸς ἐμέναν· (90) τὰ δὲ δῶρα τὰ κομίζω δέξεσθε τὰ κατὰ χάριν κἐντραπῆτε καὶ τὸν Δίαν τοῦ Ἀπόλλωνος πατέρα, ὃπου δύναται τοξεύειν (95) ὑπεράπειρα μακρέα ὁ θεὸς γὰρ ὁ τοιοῦτος. Οἱ μὲν Ἕλληνες οἱ ἄλλοι ἐπεφήμησαν εὐθέως κεὐαπόδεκτα τὰ δῶρα (100) ἔφησαν πάντα δεχθῆνα