E. Jeffreys, Digenis Akritis. The Grottaferrata and Escorial versions, Cambridge Press, 1998 G 5,21–65 «Ὁπηνίκα ἐθελοντὶ τοῦ πατρὸς ἐχωρίσθην καὶ ἐν ταῖς ἄκραις κατοικεῖν μόνος ᾑρετισάμην, ταξιδεῦσαι ἠθέλησα εἰς τὴν ἔνδον Συρίαν, ἔτος πεντεκαιδέκατον ἄγων τῆς ἡλικίας· ἀνύδρους τε καταλαβὼν κάμπους τῆς Ἀραβίας, (25) τὴν ὁδόν, ὥσπερ εἴωθα, μόνος μου διοδεύων, φάραν ἐπικαθήμενος, βαστάζων καὶ κοντάριν, ἔνδιψος ὅλος γέγονα (πολὺς γὰρ ἦν ὁ καύσων) καὶ πανταχοῦ ἐσκόπευα ποῦ τὸ ὕδωρ ὑπάρχει. Δένδρον ὁρῶ ἀπόμηκα πρὸς τὴν δασέαν βάλτον (30) καὶ τὴν φάραν ἐπιλαλῶ νομίσας ὕδωρ ἔχειν καὶ οὐδαμῶς ἀπέτυχον· φοῖνιξ δὲ ἦν τὸ δένδρον καὶ ἐκ τῆς ῥίζης θαυμαστὴ ἀνεπέμπετο βρύσις. Ταύτῃ δ’ ὡς ἐπλησίαζον ὀλολυγμοὺς ἀκούω καὶ κλαυσώδεις ὀλοφυρμοὺς μετὰ πλείστων δακρύων· (35) ἡ δὲ θρηνοῦσα κόρη ἦν πάνυ ὡραιοτάτη. Κἀγὼ νομίσας φάντασμα τὸ ὁρώμενον εἶναι ἔκδειλος ὅλος γέγονα, τριχῶν μου ὀξυνθέντων, καὶ τὸ φρουροῦν με δὴ ἀεὶ διεχάραττον ὅπλον· ἦν γὰρ ὁ τόπος ἔρημος, ἄβατος καὶ ἀλσώδης. (40) Ἐκείνη δὲ ὡς εἶδε με, ἀνέθορεν εὐθέως, ἑαυτὴν περιστείλασα ἐν τῷ πρέποντι κόσμῳ τάς τε βροχὰς τῶν ὀφθαλμῶν ἄρασα τῇ ὀθόνῃ, πρός με λέγειν ἀπήρξατο περιχαρῶς τοιάδε: ‘Πόθεν, καλὲ νεώτερε, καὶ ποῦ μόνος ὁδεύεις; (45) Μὴ διὰ πόθον καὶ αὐτὸς ἐπλανήθης ἐνταῦθα; Ἀλλ’ ἐπειδή, ὡς ἔοικεν, ἐκ Θεοῦ ὡδηγήθης τῆς ἐρημίας ὅπως με τὴν ἀθλίαν ἑλκύσῃς, πρὸς μικρὸν ἀναπαύθητι, κύριέ μου, ἐνταῦθα, ἵν’ ὅπως ἀκριβέστερον τὰ κατ’ ἐμοῦ ἀκούσῃς (50) καί τινά <γε> τῶν ὀδυνῶν παρηγορίαν λάβω· λόγοις γὰρ συνεπαίρεται ἐκ τῆς ψυχῆς ἡ λύπη.’ Ταῦτα κἀγὼ ὡς ἤκουσα, εἰς χαρὰν μετεβλήθην @1 ἀληθὲς τὸ φαινόμενον ἀκριβῶς ἐννοήσας· μετὰ πολλῆς τῆς ἡδονῆς ἐπέζευον εὐθέως (55) μετὰ πολλῆς τῆς ἡδονῆς ἐπέζευον εὐθέως (55) (ἥψατο γάρ μου τῆς ψυχῆς τὸ ἀπόρρητον κάλλος ὥστε δευτέραν τῆς ἐμῆς ταύτην εἶναι νομίσας) καὶ τὴν μὲν φάραν ἔδησα εἰς τοῦ δένδρου τὸν κλῶνα, τὸ δὲ κοντάριν ἔστησα μέσον αὐτοῦ τῆς ῥίζης· καὶ ὕδατος μεταλαβὼν πρὸς αὐτὴν τάδε ἔφην: (60) ‘Λέγε μοι, κόρη, πρότερον πῶς ἐνταῦθα διάγεις καὶ τίνος χάριν ᾤκησας ἐν τῇ ἐρήμῳ ταύτῃ. Εἶθ’ οὕτως γνώσῃ καὶ αὐτὴ ποῖος κἀγὼ ὑπάρχω.’ Εἶτα καθίσαντες ὁμοῦ ἐν θώκῳ χαμαιζήλῳ, τάδε λέγειν ἀπήρξατο στενάξασα ἐκ βάθους: (65) 6,12–41 Ἐν τούτῳ δὴ τῷ θαυμαστῷ μηνὶ τῷ γλυκυτάτῳ ἠθέλησα μεταβαλεῖν μόνος μὲ τῆς καλῆς μου, τοῦ στρατηγοῦ τῆς θυγατρὸς τοῦ Δουκὸς τῆς ὡραίας. Καὶ δὴ πρός τινα θαυμαστὸν λειμῶνα ἀπελθόντες, (15) ἐκεῖ τὴν τένδαν ἔστησα καὶ τὴν ἰδίαν κλίνην κύκλωθεν ταύτης τεθεικὼς πάντων φυτῶν τὰ εἴδη. Κάλαμοι ἐπεφύοντο εἰς ὕψος ἐπηρμένοι, ὕδωρ ψυχρὸν ἀνέβλυζεν ἐν μέσῳ τοῦ λειμῶνος καὶ πανταχοῦ διέτρεχεν τῆς γῆς ἐκείνης πάσης. (20) Ὀρνέων γένη ἱκανὰ ἐνέμετο τῷ ἄλσει, @1 ταῶνες χειροήθεις τε ψιττακοὶ καὶ οἱ κύκνοι· οἱ ψιττακοὶ κρεμώμενοι ἐπὶ τοῖς κλώνοις ᾖδον, οἱ κύκνοι ἐν τοῖς ὕδασι τὴν νομὴν ἐποιοῦντο, οἱ ταῶνες τὰς πτέρυγας κυκλοῦντες εἰς τὰ ἄνθη (25) ἀντέλαμπον τῇ τῶν ἀνθῶν ἐν ταῖς πτέρυξι χρόᾳ, αἱ δὲ λοιπαὶ ἐλεύθερα τὰ πτερὰ κεκτημέναι ἔπαιζον ἐποχούμεναι εἰς τῶν δένδρων τοὺς κλώνους. Καὶ τὸ κάλλος τῆς εὐγενοῦς κόρης ὑπεραστράπτον κρεῖττον ταῶνος ἔλαμπε καὶ τῶν φυτῶν ἁπάντων· (30) ναρκίσσου γὰρ τὸ πρόσωπον τὴν χροίαν ἐμιμεῖτο, αἱ παρειαὶ ὡς εὔθαλον ἐξανέτελλον ῥόδον, ἄνθος ῥόδων ἀρτιφυὲς ὑπέφηνε τὰ χείλη, ὁπηνίκα ταῖς κάλυξιν ἄρχεται ἀνατέλλειν· βόστρυχοι ἐποχούμενοι τῶν ὀφρυδίων λίαν (35) χρυσοτερπεῖς ἀνέπεμπον ἀκτινοβόλους μάλα καὶ διὰ πάντων ἄρρητος ὑπῆρχεν εὐφροσύνη. Περὶ τῆς κλίνης πέμματα ἐκάπνιζον παντοῖα, μόσχοι, νίται καὶ ἄμβαρα, καμφοραὶ καὶ κασσίαι, καὶ ἦν πλείστη <ἡ> ἡδονὴ καὶ ὀσμὴ εὐφροσύνης· (40) τοσαύτην ὁ παράδεισος τὴν τερπνότητα εἶχεν. 6,764–848 Ἡ δὲ ἀναποδίσασα λίαν τεταραγμένη συγκεκομμένῃ τῇ φωνῇ ‘Ἐλέησον,’ ἐβόα, @1 (765) ‘ἐλέησόν με, κύριε, τὴν κακῶς πλανηθεῖσαν· μᾶλλον, εἰ οὐκ ἀπαξιοῖς, ποιήσωμεν φιλίαν, ἔτι παρθένος γὰρ εἰμὶ ὑπ’ οὐδενὸς φθαρεῖσα· σὺ μόνος με ἐνίκησας, σύ με ἀποκερδίσεις· ἕξεις δέ με καὶ συνεργὸν εἰς τοὺς ὑπεναντίους.’ (770) ‘Οὐκ ἀποθνῄσκεις, Μαξιμοῦ,’ πρὸς αὐτὴν ἄρτι ἔφην, ‘τὸ δὲ ἔχειν σε γαμετὴν οὐ δυνατόν μοι ἔσται, νόμιμον ἔχω γαμετὴν εὐγενῆ καὶ ὡραίαν, ἧς ἀγάπην οὐδέποτε τολμήσω ἀθετῆσαι. Λοιπὸν δεῦρο ὑπὸ σκιὰν ἀπέλθωμεν τοῦ δένδρου (775) καὶ διδάξω σε ἅπαντα τὰ κατ’ ἐμὲ ὡς ἔχουν.’ Ἐλθόντες δὲ πρὸς ποταμοῦ τὰ γειτνιῶντα δένδρα, ἡ Μαξιμοὺ τὴν ἑαυτῆς ἀποπλύνασα χεῖρα καὶ δόκιμον ἐν τῇ πληγῇ ἄλειμμα ἐπιθεῖσα, ὅπερ φέρειν εἰώθαμεν ἀεὶ ἐν τοῖς πολέμοις, (780) ῥίπτει τὸ ἐπιλώρικον· πολὺς γὰρ ἦν ὁ καύσων. Καὶ ὁ χιτὼν τῆς Μαξιμοῦς ὑπῆρχεν ἀραχνώδης· πάντα καθάπερ ἔσοπτρον ἐνέφαινε τὰ μέλη καὶ τοὺς μαστοὺς προκύπτοντας μικρὸν ἄρτι τῶν στέρνων. Καὶ ἐτρώθη μου ἡ ψυχή, ὡραία γὰρ ὑπῆρχε (785) […] χεῖρα ὅπως ἐπλήγωσα τὴν δεξιὰν ἐκείνης @1 καὶ εἰ μὴ θᾶττον ἐπέζευον καὶ ἐπέβρεχον ὕδωρ (830) ταύτην οἰκτείρας ὡς γυνὴν καὶ ἀσθενῆ τῇ φύσει: ‘Τὴν μὲν χεῖρα ἀπέπλυνα τὴν πληγὴν καταδήσας, διὰ τοῦτο ἐβράδυνα, φῶς μου μεμυρισμένον, ἵν’ ὅπως μὴ ὀνειδισθῶ ὡς γυναῖκα φονεύσας.’ Ταῦτα εἰπών, ἀναψυχὴν ἐλάμβανεν ἡ κόρη, (835) ἀληθεύειν νομίσασα ἐμὲ ἐν τοῖς ῥηθεῖσιν. Εἶτα καὶ κατὰ νοῦν βαλὼν τὰ ῥήματα τῆς κόρης καὶ ὅλως τῷ θυμῷ αὐτὸς εἰς ἄκρον ὑπερζέσας, καβαλλικεύω παρευθύς, δῆθεν εἰς τὸ κυνῆγιν, καὶ ταύτην δὲ καταλαβὼν ἀνηλεῶς ἀνεῖλον, (840) μοιχείαν, φόνον τότε γὰρ ἐκτελέσας ἀθλίως. Καὶ οὕτως ὑποστρέψας γε ἔνθα ἦτον ἡ κόρη, καὶ ἐκεῖσε τὴν ἅπασαν ποιήσαντες ἡμέραν ἀμφότεροι κατήλθομεν τῇ ἑξῆς ἐν τῇ τένδᾳ καὶ ἐπὶ τὴν ἀπόλαυσιν τῶν λειμώνων ἐκείνων· (845) καὶ μεθ’ ἡμέρας σκέψεως καὶ βουλῆς παγκαλλίστης, ἐν τῷ Εὐφράτῃ ἔκρινα τὴν οἴκησιν ποιῆσαι, κατασκευάσαι τε λαμπρὸν καὶ ἐξαίσιον οἶκον.» E 1548–1599 Καὶ τότε πάλι ἡ Μαξιμοὺ οὕτως μὲ παρεκάλει: «Κύρκα, φοβήσου τὸν Θεὸν καὶ ἀπὲ συμπάθησέ μου καὶ ἂς φέρουν πάλιν ἄλογον, διὰ νὰ κάτσω ἀπάνω (1550) καὶ νὰ νοήσης, ἄγουρε, καὶ τὴν ἐμὴν ἀνδρείαν.» Καὶ ἐγὼ αὐτὴν παραχωρῶ ἵνα καβαλικεύση· καὶ ἂν ἔνι ἡ γεῦσις ἔμνοστος, πάλιν ἂς δευτερώση. Τὸν Λίανδρον ἐφώνιαζεν καὶ φέρνει της ἱππάριν, πηδᾶ κ’ ἐκαβαλίκευσε καὶ παίρνει καὶ κοντάριν (1555) καὶ ἀπὸ μακρέα μ’ ἐφώναζε: «Ἐδὰ σὲ βλέπω, Ἀκρίτη.» Καὶ τὸ κοντάρι ἐμάκρυνε τὴν κονταρίαν μὲ δώσει. Σπαθέαν τῆς φάρας ἔδωκα ἀπάνω εἰς τὸ κεφάλιν· τὰ δύο μέρη ἐσχίσθησαν καὶ ἔπεσαν παρὰ μίαν· @1 ἦτον καὶ <ἡ> σέλα πάντερπνος, ὅλη κατεζουλίστην, (1560) καὶ ἀπέμεινεν ἡ Μαξιμού, πεζή, ἐλεεινὴ εἰς τὸν κάμπον. Τὸ ὑπόδημά μου ἐφίλησεν καὶ οὕτως μὲ παρεκάλει: «Κύρκα, φοβήσου τὸν Θεόν, πάλιν συμπάθησέ με εἰς τὴν μωρίαν τούτην· παρὰ σαλῶν καὶ ἄτακτων ἀνθρώπων ἐδιδάχθην· (1565) καὶ ἐσὺ μόνος μὲ κέρδισε καὶ ἄλλος μὴ μὲ κερδίση.» Καὶ <τότε> ἐγὼ τὴν Μαξιμοὺ οὕτως ἀπιλογήθην: «Μὰ τὸν Θεόν, ἡ Μαξιμού, οὐκ ἔν’ τὸ ἐνθύμημά σου· τὴν κόρην τὴν ἐγὼ φιλῶ τῶν εὐγενῶν ὑπάρχει· ἔχει γὰρ πλοῦτος ἄπειρον καὶ συγγενοὺς ἐνδόξους (1570) καὶ ἀδέλφια πολυορεκτικὰ καὶ ἀδελφοὺς πλουσίους, καὶ πάντας ἐξηρνήσατο καὶ μετὰ μέναν ἦλθεν· καὶ ὁ Θεὸς ὁ πάντων δυνατὸς αὐτὸς νὰ μᾶς χωρίση. Εἰ δὲ ἂν ὁρμῆς νὰ πορνευθῆς, ἐγὼ νὰ σοῦ τὸ ποίσω.» Καὶ ἐπέζευσα τὸν μαῦρον μου καὶ λύω τ’ ἄρματά μου, (1575) καὶ τὸ ἐπεθύμα ἡ Μαξιμοὺ γοργὸν τῆς τὸ ἐποῖκα· καὶ ἀπείτις τῆς τὸ ἔκαμα τῆς Μαξιμοῦς τῆς κούρβας, εὐθὺς ἐκαβαλίκευσα καὶ ἐπῆγα εἰς τὸ κοράσιον. Καὶ τότε τῆς βεργόλικος ἄκο τὸ τί τῆς λέγω: «Εἶδες, ὀμμάτια μου καλά, τί ἀνδραγαθίας ἐποῖκα;» (1580) Καὶ τότε τὸ κοράσιον ἄκου τὸ τί μοῦ λέγει: «Εἶδα σε, ὀμμάτια μου καλά, τὸ φῶς τῶν ὀφθαλμῶν μου, τὸ πῶς ἐμονομάχησες ὅλους τοὺς ἀπελάτας, καὶ ὅταν ἐμονομάχησες τὴν Μαξιμοὺν τὴν κόρην· καὶ εἰς τὸ στενὸν τὸ πέραμαν, εἰς τὸ βαθὺν τὸ ρυάκιν, (1585) πολλὰ πολλὰ μοῦ ἄργησες· πιστεύω νὰ τὴν εἶχες.» Καὶ τότε τὴν βεργόλικον οὕτως τὴν συντυχαίνω: «Ὡς ἔδωσα τὸ ἱππάριν της τὴν ὕστεραν ραβδέαν, ἐξέπεσεν ἡ Μαξιμοὺ ἀπὸ τὸ ἱππάριν κάτω· @1 ἦτον καὶ <ἡ> σέλα πάντερπνος, ὅλη κατεζουλίστην, (1590) καὶ πίστευσέ με, λυγερή, ὅτι ἀλήθειαν σὲ λέγω, ὅτι πολλὰ ἐλυπήθηκα τὰ δύο της τὰ φαρία.» Καὶ τότε τὸ κοράσιον ἐγέλασε μεγάλως, στρεφνά, γλυκέα μ’ ἐφίλησε καὶ ἐμὲν ἐσυχνοφίλει. Καὶ τότε τὸ κοράσιον οὕτως τὸ συντυχαίνω: (1595) «Μετὰ τὸ φθείρειν Μαξιμοὺν τρία κακὰ τὴν ἐποῖκα· πρῶτον μὲν ὅτι εἶχα την, δεύτερον ὅτι ἐντράπη, τρίτον καὶ περισσότερον ἐχάσε τὴν ἀνδρείαν της καὶ πομπεμένη ἀπόφευγεν ἀπὸ τὸν Μιλιμίτσην.»