Κρ. τάχ’ εἰσόμεσθα μάντεων ὑπέρτερον. ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλυὼν τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει; ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι; @1 ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι; @1 ΑΙΜΩΝ πάτερ, σός εἰμι· καὶ σύ με γνώμας ἔχων (635) χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ’ ἐφέψομαι. ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου. Κρ. οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, γνώμης πατρῴας πάντ’ ὄπισθεν ἑστάναι. (640) τούτου γὰρ οὕνεκ’ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς, καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί. ὅστις δ’ ἀνωφέλητα φιτύει τέκνα, (645) τί τόνδ’ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; μή νύν ποτ’, ὦ παῖ, τὰς φρένας γ’ ὑφ’ ἡδονῆς γυναικὸς οὕνεκ’ ἐκβάλῃς, εἰδὼς ὅτι ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, (650) γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; ἀποπτύσας οὖν ὥστε δυσμενῆ μέθες τὴν παῖδ’ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί. τὴν παῖδ’ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί. ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ (655) πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γ’ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. πρὸς ταῦτ’ ἐφυμνείτω Δία ξύναιμον· εἰ γὰρ δὴ τά γ’ ἐγγενῆ φύσει @1 ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους. (660) ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ’ ἀνὴρ χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. ὅστις δ’ ὑπερβὰς ἢ νόμους βιάζεται, ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ, οὐκ ἔστ’ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. (665) [ἀλλ’ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.] καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ καλῶς μὲν ἄρχειν, εὖ δ’ ἂν ἄρχεσθαι θέλειν, δορός τ’ ἂν ἐν χειμῶνι προστεταγμένον (670) μένειν δίκαιον κἀγαθὸν παραστάτην. ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν. αὕτη πόλεις ὄλλυσιν, ἥδ’ ἀναστάτους οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς τροπὰς καταρρήγνυσι· τῶν δ’ ὀρθουμένων (675) σῴζει τὰ πολλὰ σώμαθ’ ἡ πειθαρχία. οὕτως ἀμυντέ’ ἐστὶ τοῖς κοσμουμένοις, κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα. κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν, κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ’ ἄν. (680)