ΦΥΛΑΞ ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, (225) ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν· ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν· ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη, “τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; τλήμων, μένεις αὖ; κεἰ τάδ’ εἴσεται Κρέων ἄλλου παρ’ ἀνδρός, πῶς σὺ δῆτ’ οὐκ ἀλγυνῇ;” (230) τοιαῦθ’ ἑλίσσων ἤνυτον σχολῇ βραδύς, χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. τέλος γε μέντοι δεῦρ’ ἐνίκησεν μολεῖν @1 σοί· κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ’ ὅμως. τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, (235) τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον. Κρ. τί δ’ ἐστὶν ἄνθ’ οὗ τήνδ’ ἔχεις ἀθυμίαν; Φυ. φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ πρᾶγμ’ οὔτ’ ἔδρασ’ οὔτ’ εἶδον ὅστις ἦν ὁ δρῶν, οὐδ’ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. (240) Κρ. εὖ γε στοχάζῃ κἀποφάργνυσαι κύκλῳ τὸ πρᾶγμα. δηλοῖς δ’ ὥς τι σημανῶν νέον. Φυ. τὰ δεινὰ γάρ τοι προστίθησ’ ὄκνον πολύν. Κρ. οὔκουν ἐρεῖς ποτ’, εἶτ’ ἀπαλλαχθεὶς ἄπει; Φυ. καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως (245) θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή. Κρ. τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; Φυ. οὐκ οἶδ’· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν πλῆγμ’, οὐ δικέλλης ἐκβολή· στύφλος δὲ γῆ (250) καὶ χέρσος, ἀρρὼξ οὐδ’ ἐπημαξευμένη τροχοῖσιν, ἀλλ’ ἄσημος οὑργάτης τις ἦν. ὅπως δ’ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν. ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, (255) λεπτὴ δ’ ἄγος φεύγοντος ὣς ἐπῆν κόνις. σημεῖα δ’ οὔτε θηρὸς οὔτε του κυνῶν ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. @1 λόγοι δ’ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί, φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο (260) πληγὴ τελευτῶσ’, οὐδ’ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλ’ ἔφευγε μὴ εἰδέναι. ἦμεν δ’ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν, καὶ πῦρ διέρπειν, καὶ θεοὺς ὁρκωμοτεῖν (265) τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι μήτ’ εἰργασμένῳ. τέλος δ’ ὅτ’ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς, ὃς πάντας ἐς πέδον κάρα νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν (270) οὔτ’ ἀντιφωνεῖν οὔθ’ ὅπως δρῶντες καλῶς πράξαιμεν. ἦν δ’ ὁ μῦθος ὡς ἀνοιστέον σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον. καὶ ταῦτ’ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. (275) πάρειμι δ’ ἄκων οὐχ ἑκοῦσιν, οἶδ’ ὅτι· στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν. Χο. ἄναξ, ἐμοί τοι μή τι καὶ θεήλατον τοὔργον τόδ’ ἡ ξύννοια βουλεύει πάλαι. Κρ. παῦσαι, πρὶν ὀργῆς καί με μεστῶσαι λέγων, (280) μὴ ’φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα. λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας (285) ναοὺς πυρώσων ἦλθε κἀναθήματα @1 ναοὺς πυρώσων ἦλθε κἀναθήματα @1 καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; οὐκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοὶ (290) κρυφῇ, κάρα σείοντες, οὐδ’ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος (295) κακὸν νόμισμ’ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδ’ ἄνδρας ἐξανίστησιν δόμων· τόδ’ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ’ ἵστασθαι βροτῶν· πανουργίας δ’ ἔδειξεν ἀνθρώποις ἔχειν (300) καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ’ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλ’ εἴπερ ἴσχει Ζεὺς ἔτ’ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ’ ἐπίστασ’, ὅρκιος δέ σοι λέγω, (305) εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ’ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ’ ὕβριν, ἵν’ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον (310) τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ’ ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας ἀτωμένους ἴδοις ἂν ἢ σεσωμένους. @1 Φυ. εἰπεῖν τι δώσεις, ἢ στραφεὶς οὕτως ἴω; (315) Κρ. οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; Φυ. ἐν τοῖσιν ὠσὶν ἢ ’πὶ τῇ ψυχῇ δάκνῃ; Κρ. τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου; Φυ. ὁ δρῶν σ’ ἀνιᾷ τὰς φρένας, τὰ δ’ ὦτ’ ἐγώ. Κρ. οἴμ’ ὡς λάλημα, δῆλον, ἐκπεφυκὸς εἶ. (320) Φυ. οὔκουν τό γ’ ἔργον τοῦτο ποιήσας ποτέ. Κρ. καὶ ταῦτ’ ἐπ’ ἀργύρῳ γε τὴν ψυχὴν προδούς. Φυ. φεῦ· ἦ δεινόν, ᾧ δοκεῖ γε, καὶ ψευδῆ δοκεῖν. (323,bis) Κρ. κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ (324) φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ’ ὅτι (325) φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ’ ὅτι (325) τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. Φυ. ἀλλ’ εὑρεθείη μὲν μάλιστ’· ἐὰν δέ τοι ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ, οὐκ ἔσθ’ ὅπως ὄψῃ σὺ δεῦρ’ ἐλθόντα με. καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ’ ἐμῆς (330) σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. Φυ. ἥδ’ ἔστ’ ἐκείνη τοὔργον ἡ ’ξειργασμένη· τήνδ’ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; (385) Χο. ὅδ’ ἐκ δόμων ἄψορρος ἐς δέον περᾷ. Κρ. τί δ’ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ; @1 Φυ. ἄναξ, βροτοῖσιν οὐδέν ἐστ’ ἀπώμοτον. ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ (390) ταῖς σαῖς ἀπειλαῖς, αἷς ἐχειμάσθην τότε. ταῖς σαῖς ἀπειλαῖς, αἷς ἐχειμάσθην τότε. ἀλλ’ ἡ γὰρ εὐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ’, ἣ καθῃρέθη τάφον (395) κοσμοῦσα. κλῆρος ἐνθάδ’ οὐκ ἐπάλλετο, ἀλλ’ ἔστ’ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. καὶ νῦν, ἄναξ, τήνδ’ αὐτός, ὡς θέλεις, λαβὼν καὶ κρῖνε κἀξέλεγχ’· ἐγὼ δ’ ἐλεύθερος δίκαιός εἰμι τῶνδ’ ἀπηλλάχθαι κακῶν. (400) Κρ. ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; Φυ. αὐτὴ τὸν ἄνδρ’ ἔθαπτε· πάντ’ ἐπίστασαι. Κρ. ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φής; Φυ. ταύτην γ’ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας. ἆρ’ ἔνδηλα καὶ σαφῆ λέγω; (405) Κρ. καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη; Φυ. τοιοῦτον ἦν τὸ πρᾶγμ’. ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείν’ ἐκεῖν’ ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες ἣ κατεῖχε τὸν νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, (410) καθήμεθ’ ἄκρων ἐκ πάγων ὑπήνεμοι, καθήμεθ’ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπ’ αὐτοῦ μὴ βάλῃ πεφευγότες, @1 ἐγερτὶ κινῶν ἄνδρ’ ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδ’ ἀφειδήσοι πόνου. χρόνον τάδ’ ἦν τοσοῦτον, ἔστ’ ἐν αἰθέρι (415) μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος καὶ καῦμ’ ἔθαλπε· καὶ τότ’ ἐξαίφνης χθονὸς τυφὼς ἀγείρας σκηπτόν, οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος, ἐν δ’ ἐμεστώθη μέγας (420) αἰθήρ· μύσαντες δ’ εἴχομεν θείαν νόσον. καὶ τοῦδ’ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται κἀνακωκύει πικρῶς ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος· (425) οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ’ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τ’ εὐκροτήτου χαλκέας ἄρδην πρόχου (430) χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ’ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν πράξεις· ἄπαρνος δ’ οὐδενὸς καθίστατο, (435) ἅμ’ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν @1 ἀλγεινόν. ἀλλὰ πάντα ταῦθ’ ἥσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. (440) Κρ. σὲ δή, σὲ τὴν νεύουσαν ἐς πέδον κάρα, φής, ἢ καταρνῇ μὴ δεδρακέναι τάδε; Αν. καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή. Κρ. σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾗ θέλεις ἔξω βαρείας αἰτίας ἐλεύθερον· (445) σὺ δ’ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; Αν. ᾔδη· τί δ’ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. Κρ. καὶ δῆτ’ ἐτόλμας τούσδ’ ὑπερβαίνειν νόμους; Αν. οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, (450) οὐδ’ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη οὐδ’ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη τοιούσδ’ ἐν ἀνθρώποισιν ὥρισεν νόμους, οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ κηρύγμαθ’ ὥστ’ ἄγραπτα κἀσφαλῆ θεῶν νόμιμα δύνασθαι θνητά γ’ ὄνθ’ ὑπερδραμεῖν. (455) οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ’φάνη. τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσασ’, ἐν θεοῖσι τὴν δίκην δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δ’ οὔ; @1 (460) κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ’ ἐγὼ λέγω. ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς ζῇ, πῶς ὅδ’ οὐχὶ κατθανὼν κέρδος φέρει; οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν (465) παρ’ οὐδὲν ἄλγος· ἀλλ’ ἄν, εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ’ ἄθαπτον <ὄντ’> ἠνεσχόμην, κείνοις ἂν ἤλγουν· τοῖσδε δ’ οὐκ ἀλγύνομαι. σοὶ δ’ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. (470) Χο. δῆλον· τὸ γέννημ’ ὠμὸν ἐξ ὠμοῦ πατρὸς Χο. δῆλον· τὸ γέννημ’ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδός· εἴκειν δ’ οὐκ ἐπίσταται κακοῖς. Κρ. ἀλλ’ ἴσθι τοι τὰ σκλήρ’ ἄγαν φρονήματα πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ (475) θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις. σμικρῷ χαλινῷ δ’ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει φρονεῖν μέγ’ ὅστις δοῦλός ἐστι τῶν πέλας. αὕτη δ’ ὑβρίζειν μὲν τότ’ ἐξηπίστατο, (480) νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· ὕβρις δ’, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ’ ἀνήρ, εἰ ταῦτ’ ἀνατεὶ τῇδε κείσεται κράτη. (485) ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρα τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ, @1 αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. (490) καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν οὐδ’ ἐπήβολον φρενῶν. φιλεῖ δ’ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων. μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις (495) ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ. Αν. θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ’ ἑλών; Κρ. ἐγὼ μὲν οὐδέν· τοῦτ’ ἔχων ἅπαντ’ ἔχω. Αν. τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων ἀρεστὸν οὐδέν, μηδ’ ἀρεσθείη ποτέ, (500) οὕτω δὲ καὶ σοὶ τἄμ’ ἀφανδάνοντ’ ἔφυ. καίτοι πόθεν κλέος γ’ ἂν εὐκλεέστερον κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιμ’ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. (505) ἀλλ’ ἡ τυραννὶς πολλά τ’ ἄλλ’ εὐδαιμονεῖ κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ’ ἃ βούλεται. Κρ. σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. Αν. ὁρῶσι χοὖτοι· σοὶ δ’ ὑπίλλουσι στόμα. Κρ. σὺ δ’ οὐκ ἐπαιδῇ, τῶνδε χωρὶς εἰ φρονεῖς; (510) Αν. οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. Αν. οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. Κρ. οὔκουν ὅμαιμος χὠ καταντίον θανών; Αν. ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. @1 Κρ. πῶς δῆτ’ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; Αν. οὐ μαρτυρήσει ταῦθ’ ὁ κατθανὼν νέκυς. (515) Κρ. εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. Αν. οὐ γάρ τι δοῦλος, ἀλλ’ ἀδελφὸς ὤλετο. Κρ. πορθῶν δὲ τήνδε γῆν· ὁ δ’ ἀντιστὰς ὕπερ. Αν. ὅμως ὅ γ’ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ. Κρ. ἀλλ’ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. (520) Αν. τίς οἶδεν εἰ κάτω ’στιν εὐαγῆ τάδε; Κρ. οὔτοι ποθ’ οὑχθρός, οὐδ’ ὅταν θάνῃ, φίλος. Αν. οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. Κρ. κάτω νυν ἐλθοῦσ’, εἰ φιλητέον, φίλει κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. (525) Χο. καὶ μὴν πρὸ πυλῶν ἥδ’ Ἰσμήνη, φιλάδελφα κάτω δάκρυ’ εἰβομένη· νεφέλη δ’ ὀφρύων ὕπερ αἱματόεν ῥέθος αἰσχύνει, τέγγουσ’ εὐῶπα παρειάν. (530) Κρ. σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη Κρ. σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη λήθουσά μ’ ἐξέπινες, οὐδ’ ἐμάνθανον τρέφων δύ’ ἄτα κἀπαναστάσεις θρόνων, φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου φήσεις μετασχεῖν, ἢ ’ξομῇ τὸ μὴ εἰδέναι; (535) Ισ. δέδρακα τοὔργον, εἴπερ ἥδ’ ὁμορροθεῖ, καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. Αν. ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ δίκη σ’, ἐπεὶ οὔτ’ ἠθέλησας οὔτ’ ἐγὼ ’κοινωσάμην. @1 Ισ. ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι (540) ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. Αν. ὧν τοὔργον Ἅιδης χοἰ κάτω ξυνίστορες· λόγοις δ’ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. Ισ. μήτοι, κασιγνήτη, μ’ ἀτιμάσῃς τὸ μὴ οὐ θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ’ ἁγνίσαι. (545) Αν. μὴ ’μοὶ θάνῃς σὺ κοινά, μηδ’ ἃ μὴ ’θιγες ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ’ ἐγώ. Ισ. καὶ τίς βίου μοι σοῦ λελειμμένῃ πόθος; Αν. Κρέοντ’ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών. Ισ. τί ταῦτ’ ἀνιᾷς μ’ οὐδὲν ὠφελουμένη; (550) Αν. ἀλγοῦσα μὲν δῆτ’, εἰ γελῶ γ’, ἐν σοὶ γελῶ. Αν. ἀλγοῦσα μὲν δῆτ’, εἰ γελῶ γ’, ἐν σοὶ γελῶ. Ισ. τί δῆτ’ ἂν ἀλλὰ νῦν σ’ ἔτ’ ὠφελοῖμ’ ἐγώ; Αν. σῶσον σεαυτήν. οὐ φθονῶ σ’ ὑπεκφυγεῖν. Ισ. οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; Αν. σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. (555) Ισ. ἀλλ’ οὐκ ἐπ’ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις. Αν. καλῶς σὺ μὲν τοῖς, τοῖς δ’ ἐγὼ ’δόκουν φρονεῖν. Ισ. καὶ μὴν ἴση νῷν ἐστιν ἡ ’ξαμαρτία. Αν. θάρσει. σὺ μὲν ζῇς, ἡ δ’ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. (560) Κρ. τὼ παῖδέ φημι τώδε τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι, τὴν δ’ ἀφ’ οὗ τὰ πρῶτ’ ἔφυ. Ισ. οὐ γάρ ποτ’, ὦναξ, οὐδ’ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ’ ἐξίσταται. Κρ. σοὶ γοῦν, ὅθ’ εἵλου σὺν κακοῖς πράσσειν κακά. @1 (565) Ισ. τί γὰρ μόνῃ μοι τῆσδ’ ἄτερ βιώσιμον; Κρ. ἀλλ’ ἥδε μέντοι—μὴ λέγ’· οὐ γὰρ ἔστ’ ἔτι. Ισ. ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; Κρ. ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι. Ισ. οὐχ ὥς γ’ ἐκείνῳ τῇδέ τ’ ἦν ἡρμοσμένα. (570) Κρ. κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. Κρ. κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. Ισ. ὦ φίλταθ’ Αἷμον, ὥς σ’ ἀτιμάζει πατήρ. Κρ. ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. Ισ. ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; Κρ. Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἐμοί. (575) Ισ. δεδογμέν’, ὡς ἔοικε, τήνδε κατθανεῖν. Κρ. καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτ’, ἀλλά νιν κομίζετ’ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ γυναῖκας εἶναι τάσδε μηδ’ ἀνειμένας. φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας (580) ἤδη τὸν Ἅιδην εἰσορῶσι τοῦ βίου.