ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ (1n) Ἀντιγόνη (2n) Ἰσμήνη (3n) Χορὸς Θηβαίων γερόντων (4n) Κρέων (5n) Φύλαξ (6n) Αἵμων (7n) Τειρεσίας (8n) Ἄγγελος (9n) Εὐρυδίκη (10n) Ἐξάγγελος @1 (11n) ΑΝΤΙΓΟΝΗ Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, (1) ἆρ’ οἶσθ’ ὅ τι Ζεὺς τῶν ἀπ’ Οἰδίπου κακῶν— ἆ, ποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; οὐδὲν γὰρ οὔτ’ ἀλγεινὸν οὔτ’ †ἄτης ἄτερ οὔτ’ αἰσχρὸν οὔτ’ ἄτιμόν ἐσθ’, ὁποῖον οὐ (5) τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ’ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ’ αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; (10) ΙΣΜΗΝΗ ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων οὔθ’ ἡδὺς οὔτ’ ἀλγεινὸς ἵκετ’ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί· ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς (15) ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ’ ὑπέρτερον, οὔτ’ εὐτυχοῦσα μᾶλλον οὔτ’ ἀτωμένη. Αν. ᾔδη καλῶς, καί σ’ ἐκτὸς αὐλείων πυλῶν τοῦδ’ οὕνεκ’ ἐξέπεμπον, ὡς μόνη κλύοις. Ισ. τί δ’ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ’ ἔπος. @1 (20) Αν. οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων τὸν μὲν προτίσας, τὸν δ’ ἀτιμάσας ἔχει; Ἐτεοκλέα μέν, ὡς λέγουσι, †σὺν δίκῃ χρησθεὶς† δικαίᾳ καὶ νόμῳ, κατὰ χθονὸς ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς, (25) τὸν δ’ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. (30) τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ’ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ’ ἄγειν οὐχ ὡς παρ’ οὐδέν, ἀλλ’ ὃς ἂν τούτων τι δρᾷ, (35) φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα εἴτ’ εὐγενὴς πέφυκας εἴτ’ ἐσθλῶν κακή. Ισ. τί δ’, ὦ ταλαῖφρον, εἰ τάδ’ ἐν τούτοις, ἐγὼ λύουσ’ ἂν εἴθ’ ἅπτουσα προσθείμην πλέον; (40) Αν. εἰ ξυμπονήσεις καὶ ξυνεργάσῃ σκόπει. @1 Ισ. ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ’ εἶ; Αν. εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. Ισ. ἦ γὰρ νοεῖς θάπτειν σφ’, ἀπόρρητον πόλει; Αν. τὸν γοῦν ἐμόν, καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς, (45) ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ’ ἁλώσομαι. Ισ. ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; Αν. ἀλλ’ οὐδὲν αὐτῷ τῶν ἐμῶν <μ’> εἴργειν μέτα. Ισ. οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ Ισ. οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τ’ ἀπώλετο (50) πρὸς αὐτοφώρων ἀμπλακημάτων, διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί· ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· τρίτον δ’ ἀδελφὼ δύο μίαν καθ’ ἡμέραν (55) αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντ’ ἐπαλλήλοιν χεροῖν. νῦν δ’ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστ’ ὀλούμεθ’, εἰ νόμου βίᾳ ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. (60) ἀλλ’ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ’ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα· ἔπειτα δ’ οὕνεκ’ ἀρχόμεσθ’ ἐκ κρεισσόνων καὶ ταῦτ’ ἀκούειν κἄτι τῶνδ’ ἀλγίονα. ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς @1 (65) ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι. τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. Αν. οὔτ’ ἂν κελεύσαιμ’ οὔτ’ ἄν, εἰ θέλοις ἔτι Αν. οὔτ’ ἂν κελεύσαιμ’ οὔτ’ ἄν, εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γ’ ἂν ἡδέως δρῴης μέτα. (70) ἀλλ’ ἴσθ’ ὁποία σοι δοκεῖ, κεῖνον δ’ ἐγὼ θάψω. καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. φίλη μετ’ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ’· ἐπεὶ πλείων χρόνος ὃν δεῖ μ’ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. (75) ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σὺ δ’ εἰ δοκεῖ τὰ τῶν θεῶν ἔντιμ’ ἀτιμάσασ’ ἔχε. Ισ. ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. Αν. σὺ μὲν τάδ’ ἂν προὔχοι’· ἐγὼ δὲ δὴ τάφον (80) χώσουσ’ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. Ισ. οἴμοι, ταλαίνης ὡς ὑπερδέδοικά σου. Αν. μὴ ’μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον. Ισ. ἀλλ’ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ’ αὔτως ἐγώ. (85) Αν. οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσῃ σιγῶσ’, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. Ισ. θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. Αν. ἀλλ’ οἶδ’ ἀρέσκουσ’ οἷς μάλισθ’ ἁδεῖν με χρή. Αν. ἀλλ’ οἶδ’ ἀρέσκουσ’ οἷς μάλισθ’ ἁδεῖν με χρή. Ισ. εἰ καὶ δυνήσῃ γ’· ἀλλ’ ἀμηχάνων ἐρᾷς. (90) Αν. οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. Ισ. ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. Αν. εἰ ταῦτα λέξεις, ἐχθαρῇ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσῃ δίκῃ. @1 ἀλλ’ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν (95) παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὖν τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. Ισ. ἀλλ’ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ’ ἴσθ’, ὅτι ἄνους μὲν ἔρχῃ, τοῖς φίλοις δ’ ὀρθῶς φίλη. ΚΡΕΩΝ ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν· ὑμᾶς δ’ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα ἔστειλ’ ἱκέσθαι, τοῦτο μὲν τὰ Λαΐου (165) σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, τοῦτ’ αὖθις, ἡνίκ’ Οἰδίπους ὤρθου πόλιν, τοῦτ’ αὖθις, ἡνίκ’ Οἰδίπους ὤρθου πόλιν, … (167,bis) κἀπεὶ διώλετ’, ἀμφὶ τοὺς κείνων ἔτι (168) παῖδας μένοντας ἐμπέδοις φρονήμασιν. ὅτ’ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν (170) καθ’ ἡμέραν ὤλοντο παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω γένους κατ’ ἀγχιστεῖα τῶν ὀλωλότων. ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν (175) ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, ἀλλ’ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει, (180) κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζον’ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ’ ὁρῶν ἀεί, οὔτ’ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν @1 (185) στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτ’ ἂν φίλον ποτ’ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι ἥδ’ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. (190) τοιοῖσδ’ ἐγὼ νόμοισι τήνδ’ αὔξω πόλιν. καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω ἀστοῖσι παίδων τῶν ἀπ’ Οἰδίπου πέρι· Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν ὄλωλε τῆσδε, πάντ’ ἀριστεύσας δορί, (195) τάφῳ τε κρύψαι καὶ τὰ πάντ’ ἐφαγνίσαι ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς· τὸν δ’ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω, ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ (200) πρῆσαι κατ’ ἄκρας, ἠθέλησε δ’ αἵματος κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν, τοῦτον πόλει τῇδ’ ἐκκεκήρυκται τάφῳ μήτε κτερίζειν μήτε κωκῦσαί τινα, ἐᾶν δ’ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας (205) καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ’ ἰδεῖν. καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ’ ἰδεῖν. τοιόνδ’ ἐμὸν φρόνημα, κοὔποτ’ ἔκ γ’ ἐμοῦ τιμῇ προέξουσ’ οἱ κακοὶ τῶν ἐνδίκων. ἀλλ’ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν καὶ ζῶν ὁμοίως ἔκ γ’ ἐμοῦ τιμήσεται. (210) Χο. σοὶ ταῦτ’ ἀρέσκει, παῖ Μενοικέως, ποεῖν @1 τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει· νόμῳ δὲ χρῆσθαι παντί, τοῦτ’ ἔνεστί σοι καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι. Κρ. ὡς ἂν σκοποί νυν ἦτε τῶν εἰρημένων— (215) Χο. νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. Κρ. ἀλλ’ εἴσ’ ἑτοῖμοι τοῦ νεκροῦ γ’ ἐπίσκοποι. Χο. τί δῆτ’ ἂν ἄλλ’ ἐκ τοῦδ’ ἐπεντέλλοις ἔτι; Κρ. τὸ μὴ ’πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε. Χο. οὐκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ. (220) Κρ. καὶ μὴν ὁ μισθός γ’ οὗτος. ἀλλ’ ὑπ’ ἐλπίδων ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. ΦΥΛΑΞ ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, (225) ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν· ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν· ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη, “τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; τλήμων, μένεις αὖ; κεἰ τάδ’ εἴσεται Κρέων ἄλλου παρ’ ἀνδρός, πῶς σὺ δῆτ’ οὐκ ἀλγυνῇ;” (230) τοιαῦθ’ ἑλίσσων ἤνυτον σχολῇ βραδύς, χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. τέλος γε μέντοι δεῦρ’ ἐνίκησεν μολεῖν @1 σοί· κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ’ ὅμως. τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, (235) τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον. Κρ. τί δ’ ἐστὶν ἄνθ’ οὗ τήνδ’ ἔχεις ἀθυμίαν; Φυ. φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ πρᾶγμ’ οὔτ’ ἔδρασ’ οὔτ’ εἶδον ὅστις ἦν ὁ δρῶν, οὐδ’ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. (240) Κρ. εὖ γε στοχάζῃ κἀποφάργνυσαι κύκλῳ τὸ πρᾶγμα. δηλοῖς δ’ ὥς τι σημανῶν νέον. Φυ. τὰ δεινὰ γάρ τοι προστίθησ’ ὄκνον πολύν. Κρ. οὔκουν ἐρεῖς ποτ’, εἶτ’ ἀπαλλαχθεὶς ἄπει; Φυ. καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως (245) θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή. Κρ. τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;